Nehemiah 7:73-8:2

Brenton_Greek(i) 73 Καί ἐκάθισαν οἱ ἱερεῖς, καὶ Λευῖται, καὶ οἱ πυλωροὶ, καὶ οἱ ᾄδοντες, καὶ οἱ ἀπὸ τοῦ λαοῦ, καὶ οἱ Nαθινὶμ, καὶ πᾶς Ἰσραὴλ ἐν πόλεσιν αὐτῶν.
8 1 Καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος, καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐν πόλεσιν αὐτῶν· καὶ συνήχθησαν πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς εἰς τὸ πλάτος τὸ ἔμπροσθεν πύλης τοῦ ὕδατος· καὶ εἶπαν τῷ Ἔσδρᾳ τῷ γραμματεῖ ἐνέγκαι τὸ βιβλίον νόμου Μωυσῆ, ὃν ἐνετείλατο Κύριος τῷ Ἰσραήλ. 2 Καὶ ἤνεγκεν Ἔσδρας ὁ ἱερεὺς τὸν νόμον ἐνώπιον τῆς ἐκκλησίας ἀπὸ ἀνδρὸς ἕως γυναικὸς, καὶ πᾶς ὁ συνίων, ἀκούειν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ ἑβδόμου.