Nehemiah 13:23-29

Brenton_Greek(i) 23 Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον τοὺς Ἰουδαίους οἳ ἐκάθισαν γυναῖκας Ἀζωτίας, Ἀμμανίτιδας, Μωαβίτιδας· 24 καὶ οἱ υἱοὶ αὐτῶν ἥμισυ λαλοῦντες Ἀζωτιστὶ, καὶ οὐκ εἰσὶν ἐπιγινώσκοντες λαλεῖν Ἰουδαϊστί. 25 Καὶ ἐμαχεσάμην μετʼ αὐτῶν, καὶ κατηρασάμην αὐτούς· καὶ ἐπάταξα ἐν αὐτοῖς ἄνδρας, καὶ ἐμαδάρωσα αὐτοὺς, καὶ ὥρκισα αὐτοὺς ἐν τῷ Θεῷ, ἐὰν δῶτε τὰς θυγατέρας ὑμῶν τοῖς υἱοῖς αὐτῶν, καὶ ἐὰν λάβητε ἀπὸ τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς ὑμῶν. 26 Οὐχ οὕτως ἥμαρτε Σαλωμὼν βασιλεὺς Ἰσραήλ; καὶ ἐν ἔθνεσι πολλοῖς οὐκ ἦν βασιλεὺς ὅμοιος αὐτῷ, καὶ ἀγαπώμενος τῷ Θεῷ ἦν, καὶ ἔδωκεν αὐτὸν ὁ Θεὸς εἰς βασιλέα ἐπὶ πάντα Ἰσραὴλ, καὶ τοῦτον ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι. 27 Καὶ ὑμῶν μὴ ἀκουσώμεθα ποιῆσαι πᾶσαν πονηρίαν ταύτην, ἀσυνθετῆσαι ἐν τῷ Θεῷ ἡμῶν, καθίσαι γυναῖκας ἀλλοτρίας.
28 καὶ ἀπὸ υἱῶν Ἰωαδὰ τοῦ Ἐλισοὺβ τοῦ ἱερέως τοῦ μεγάλου νυμφίου τοῦ Σαναβαλλὰτ τοῦ Οὐρανίτου, καὶ ἐξέβρασα αὐτὸν ἀπʼ ἐμοῦ. 29 Μνήσθητι αὐτοῖς, ὁ Θεὸς ἐπὶ ἀγχιστείᾳ τῆς ἱερατείας, καὶ διαθήκῃ τῆς ἱερατείας, καὶ τοὺς Λευίτας.