Micah 5:12-14

Brenton_Greek(i) 12 καὶ ἐξολοθρεύσω τὰ φάρμακά σου ἐκ τῶν χειρῶν σου, καὶ ἀποφθεγγόμενοι οὐκ ἔσονται ἐν σοί· 13 καὶ ἐξολοθρεύσω τὰ γλυπτά σου, καὶ τὰς στήλας σου ἐκ μέσου σου, καὶ οὐκ ἔτι μὴ προσκυνήσῃς τοῖς ἔργοις τῶν χειρῶν σου. 14 Καὶ ἐκκόψω τὰ ἄλση ἐκ μέσου σου, καὶ ἀφανιῶ τὰς πόλεις σου.