Lamentations 1:19-20

Brenton_Greek(i) 19 ΚΩΦ. Ἐκάλεσα τοὺς ἐραστάς μου, αὐτοὶ δὲ παρελογίσαντό με· οἱ ἱερεῖς μου καὶ οἱ πρεσβύτεροί μου ἐν τῇ πόλει ἐξέλιπον, ὅτι ἐζήτησαν βρῶσιν αὐτοῖς ἵνα ἐπιστρέψωσι ψυχὰς αὐτῶν, καὶ οὐχ εὗρον.
20 ΡΗΧΣ. Ἰδέ, Κύριε, ὅτι θλίβομαι, ἡ κοιλία μου ἐταράχθη, καὶ ἡ καρδία μου ἐστράφη ἐν ἐμοὶ, ὅτι παραπικραίνουσα παρεπικράνθην, ἔξωθεν ἠτέκνωσέ με μάχαιρα, ὥσπερ θάνατος ἐν οἴκῳ.