Judges 9:16-19

Brenton_Greek(i) 16 Καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε, καὶ ἐβασιλεύσατε τὸν Ἀβιμέλεχ, καὶ εἰ ἀγαθωσύνην ἐποιήσατε μετὰ Ἱεροβάαλ, καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ εἰ ὡς ἀνταπόδοσις χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῷ, 17 ὡς παρετάξατο ὁ πατήρ μου ὑπὲρ ὑμῶν, καὶ ἐξέῤῥιψε τὴν ψυχὴν αὐτοῦ ἐξεναντίας, καὶ ἐῤῥύσατο ὑμᾶς ἐκ χειρὸς Μαδιὰμ, 18 καὶ ὑμεῖς ἐπανέστητε ἐπὶ τὸν οἶκον τοῦ πατρός μου σήμερον, καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτοῦ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα, καὶ ἐβασιλεύσατε τὸν Ἀβιμέλεχ υἱὸν παιδίσκης αὐτοῦ ἐπὶ τοὺς ἄνδρας Σικίμων, ὅτι ἀδελφὸς ὑμῶν ἐστι· 19 Καὶ εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε μετὰ Ἱεροβάαλ, καὶ μετὰ τοῦ οἴκου αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ, εὐφρανθείη τε ἐν Ἀβιμέλεχ, καὶ εὐφρανθείη καί γε αὐτὸς ἐφʼ ὑμῖν.