Joshua 3:3-6

Brenton_Greek(i) 3 καὶ ἐνετείλαντο τῷ λαῷ, λέγοντες, ὅταν ἴδητε τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς Λευίτας αἴροντας αὐτὴν, ἀπαρεῖτε ἀπὸ τὸν τόπον ὑμῶν, καὶ πορεύσεσθε ὀπίσω αὐτῆς. 4 Ἀλλὰ μακρὰν ἔστω ἀναμέσον ὑμῶν καὶ ἐκείνης, ὅσον δισχιλίους πήχεις στήσεσθε· μὴ προσεγγίσητε αὐτῇ, ἵνα ἐπίστησθε τὴν ὁδὸν, ἣν πορεύσεσθε αὐτήν· οὐ γὰρ πεπόρευσθε τὴν ὁδὸν ἀπʼ ἐχθὲς καὶ τρίτης ἡμέρας.
5 Καὶ εἶπεν Ἰησοῦς τῷ λαῷ, ἁγνίσασθε εἰς αὔριον, ὅτι αὔριον ποιήσει Κύριος ἐν ὑμῖν θαυμαστά. 6 Καὶ εἶπεν Ἰησοῦς τοῖς ἱερεῦσιν, ἄρατε τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ προπορεύεσθε τοῦ λαοῦ· καὶ ᾖραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ ἐπορεύοντο ἔμπροσθεν τοῦ λαοῦ.