3 καὶ ἐνετείλαντο τῷ λαῷ, λέγοντες, ὅταν ἴδητε τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς Λευίτας αἴροντας αὐτὴν, ἀπαρεῖτε ἀπὸ τὸν τόπον ὑμῶν, καὶ πορεύσεσθε ὀπίσω αὐτῆς.
Joshua 3:3 Cross References - Brenton_Greek
Exodus 13:21-22
Numbers 4:15
15 καὶ συντελέσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ, καλύπτοντες τὰ ἅγια, καὶ πάντα τὰ σκεύη τὰ ἅγια, ἐν τῷ ἐξαίρειν τὴν παρεμβολήν· καὶ μετὰ ταῦτα εἰσελεύσονται υἱοὶ Καὰθ αἴρειν, καὶ οὐχ ἅψονται τῶν ἁγίων, ἵνα μὴ ἀποθάνωσι· ταῦτα ἀροῦσιν οἱ υἱοὶ Καὰθ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
Numbers 10:33
33 Καὶ ἐξῇραν ἐκ τοῦ ὄρους Κυρίου ὁδὸν τριῶν ἡμερῶν· καὶ ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου προεπορεύετο προτέρα αὐτῶν ὁδὸν τριῶν ἡμερῶν κατασκέψασθαι αὐτοῖς ἀνάπαυσιν.
Deuteronomy 31:9
9 Καὶ ἔγραψε Μωυσῆς τὰ ῥήματα τοῦ νόμου τούτου εἰς βιβλίον, καὶ ἔδωκε τοῖς ἱερεῦσι τοῖς υἱοῖς Λευὶ τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ τοῖς προσβυτέροις τῶν υἱῶν Ἰσραήλ.
Deuteronomy 31:25
25 καὶ ἐνετείλατο τοῖς Λευίταις τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, λέγων,
Joshua 3:6
6 Καὶ εἶπεν Ἰησοῦς τοῖς ἱερεῦσιν, ἄρατε τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ προπορεύεσθε τοῦ λαοῦ· καὶ ᾖραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ ἐπορεύοντο ἔμπροσθεν τοῦ λαοῦ.
Joshua 3:8
8 Καὶ νῦν ἔντειλαι τοῖς ἱερεῦσι τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης, λέγων, ὡς ἂν εἰσέλθητε ἐπὶ μέρους τοῦ ὕδατος τοῦ Ἰορδάνου, καὶ ἐν τῷ Ἰορδάνῃ στήσεσθε.
Joshua 3:14-17
14 Καὶ ἀπῇρεν ὁ λαὸς ἐκ τῶν σκηνωμάτων αὐτῶν διαβῆναι τὸν Ἰορδάνην, οἱ δὲ ἱερεῖς ᾔροσαν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου πρότεροι τοῦ λαοῦ. 15 Ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν Ἰορδάνην, καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ Ἰορδάνου· ὁ δὲ Ἰορδάνης ἐπληροῦτο καθʼ̓ ὅλην τὴν κρηπίδα αὐτοῦ, ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν· 16 Καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν, ἔστη πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους Καριαθιαρίμ· τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν Ἄραβα θάλασσαν ἁλὸς, ἕως εἰς τὸ τέλος ἐξέλιπε· καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ἱεριχώ. 17 Καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ Ἰορδάνου· καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ διέβαινον διὰ ξηρᾶς, ἕως συνετέλεσε πᾶς ὁ λαὸς διαβαίνων τὸν Ἰορδάνην.
Joshua 4:10
10 Εἱστήκεισαν δὲ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐν τῷ Ἰορδάνῃ, ἕως οὗ συνετέλεσεν Ἰησοῦς πάντα ἃ ἐνετείλατο Κύριος ἀναγγεῖλαι τῷ λαῷ· καὶ ἔσπευσεν ὁ λαὸς, καὶ διέβησαν.
Joshua 6:6
6 Καὶ εἰσῆλθεν Ἰησοῦς ὁ τοῦ Ναυὴ πρὸς τοὺς ἱερεῖς, καὶ εἶπεν αὐτοῖς, λέγων, παραγγείλατε τῷ λαῷ περιελθεῖν, καὶ κυκλῶσαι τὴν πόλιν· καὶ οἱ μάχιμοι παραπορευέσθωσαν ἐνωπλισμένοι ἐναντίον Κυρίου.
2 Samuel 6:3
3 Καὶ ἐπεβίβασαν τὴν κιβωτὸν Κυρίου ἐφʼ ἅμαξαν καινὴν καὶ ᾖραν αὐτὴν ἐξ οἴκου Ἀμιναδὰβ τοῦ ἐν τῷ βουνῷ· καὶ Ὀζὰ καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ Ἀμιναδὰβ ἦγαν τὴν ἅμαξαν σὺν τῇ κιβωτῷ.
2 Samuel 6:13
13 Καὶ ἦσαν μετʼ αὐτοῦ αἴροντες τὴν κιβωτὸν ἑπτὰ χοροὶ, καὶ θῦμα μόσχος καὶ ἄρνες.