2 Καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας διῆλθον οἱ γραμματεῖς διὰ τῆς παρεμβολῆς,
Joshua 3:2 Cross References - Brenton_Greek
Joshua 1:10-11
10 Καὶ ἐνετείλατο Ἰησοῦς τοῖς γραμματεῦσι τοῦ λαοῦ, λέγων, 11 εἰσέλθατε κατὰ μέσον τῆς παρεμβολῆς τοῦ λαοῦ, καὶ ἐντείλασθε τῷ λαῷ λέγοντες, ἑτοιμάζεσθε ἐπισιτισμόν, ὅτι ἔτι τρεῖς ἡμέραι καὶ ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην τοῦτον, εἰσελθόντες κατασχεῖν τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν.