Brenton_Greek(i)
15 Οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου, ὥσπερ χειμάῤῥους ἐκλείπων, ἢ ὥσπερ κῦμα παρῆλθόν με. 16 Οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασί μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς· 17 Καθὼς τακεῖσα θέρμης γενομένης, οὐκ ἐπεγνώσθη ὅπερ ἦν, 18 οὕτω κἀγὼ καταλείφθην ὑπὸ πάντων, ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην. 19 Ἴδετε ὁδοὺς Θαιμανῶν, ἀτραποὺς Σαβῶν οἱ διορῶντες. 20 Καὶ αἰσχύνην ὀφειλήσουσιν, οἱ ἐπὶ πόλεσι καὶ χρήμασι πεποιθότες. 21 Ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως, ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε. 22 Τί γάρ; μήτι ἡμᾶς ᾔτησα, ἢ τῆς παρʼ ὑμῶν ἰσχύος ἐπιδέομαι,