Job 39:19-25

Brenton_Greek(i) 19 Ἦ σὺ περιέθηκας ἵππῳ δύναμιν, ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον; 20 Περιέθηκας δὲ αὐτῷ πανοπλίαν; δόξαν δὲ στηθέων αὐτοῦ τόλμῃ. 21 Ἀνορύσσων ἐν πεδίῳ γαυριᾷ, ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύϊ. 22 Συναντῶν βασιλεῖ καταγελᾷ, καὶ οὐ μὴ ἀποστραφῇ ἀπὸ σιδήρου. 23 Ἐπʼ αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα, 24 καὶ ὀργῇ ἀφανιεῖ τὴν γῆν· καὶ οὐ μὴ πιστεύσει, ἕως ἂν σημάνῃ σάλπιγξ. 25 Σάλπιγγος δὲ σημαινούσης, λέγει, εὖγε· πόῤῥωθεν δὲ ὀσφραίνεται πολέμου σὺν ἅλματι καὶ κραυγῇ.