Job 32:6-9

Brenton_Greek(i) 6 Ὑπολαβὼν δὲ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης εἶπε,
Νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι, διὸ ἡσύχασα φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην. 7 Εἶπα δὲ, ὅτι οὐχ ὁ χρόνος ἐστὶν ὁ λαλῶν, ἐν πολλοῖς δὲ ἔτεσι οἴδασι σοφίαν. 8 Ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς· πνοὴ δὲ Παντοκράτορός ἐστιν ἡ διδάσκουσα. 9 Οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοὶ, οὐδʼ οἱ γέροντες οἴδασι κρίμα.