Job 32:6 Cross References - Brenton_Greek

6 Ὑπολαβὼν δὲ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης εἶπε,
Νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι, διὸ ἡσύχασα φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην.

Leviticus 19:32

32 Ἀπὸ προσώπου πολιοῦ ἐξαναστήσῃ, καὶ τιμήσεις πρόσωπον πρεσβυτέρου, καὶ φοβηθήσῃ τὸν Θεόν σου· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.

1 Samuel 17:28-30

28 Καὶ ἤκουσεν Ἐλιὰβ ὁ ἀδελφὸς αὐτοῦ ὁ μείζων ἐν τῷ λαλεῖν αὐτὸν πρὸς τοὺς ἄνδρας καὶ ὠργίσθη θυμῷ Ἐλιὰβ ἐν τῷ Δαυὶδ καὶ εἶπεν· ἱνατί τοῦτο κατέβης καὶ ἐπὶ τίνα ἀφῆκας τὰ μικρὰ πρόβατα ἐκεῖνα ἐν τῇ ἐρήμῳ; ἐγὼ οἶδα τὴν ὑπερηφανίαν σου καὶ τὴν κακίαν τῆς καρδίας σου, ὅτι ἕνεκεν τοῦ ἰδεῖν τὸν πόλεμον κατέβης. 29 Καὶ εἶπε Δαυίδ· τί ἐποίησα νῦν; οὐχί ῥῆμά ἐστι; 30 καὶ ἐπέστρεψε παρʼ αὐτοῦ εἰς ἐναντίον ἑτέρου καὶ εἶπε κατὰ τὸ ῥῆμα τοῦτο, καὶ ἀπεκρίθη αὐτῷ ὁ λαὸς κατὰ τὸ ῥῆμα τοῦ πρώτου.

Job 15:7

7 Τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγεννήθης; ἢ πρὸ θινῶν ἐπάγης;

Job 15:10

10 Καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν, βαρύτερος τοῦ πατρός σου ἡμέραις.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.