Job 32:1 Cross References - Brenton_Greek

1 Ησύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν Ἰὼβ, ἦν γὰρ Ἰὼβ δίκαιος ἐναντίον αὐτῶν.

Job 6:29

29 Καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε.

Job 10:2

2 καὶ ἐρῶ πρὸς Κύριον, μή με ἀσεβεῖν δίδασκε· καὶ διατί με οὕτως ἔκρινας;

Job 10:7

7 Οἶδας γὰρ ὅτι οὐκ ἠσέβησα· ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος;

Job 13:15

15 Ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται, ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ.

Job 23:7

7 Ἀλήθεια γὰρ καὶ ἔλεγχος παρʼ αὐτοῦ, ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου.

Job 27:4-6

4 μὴ λαλήσειν τὰ χείλη μου ἄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα. 5 Μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι ἕως ἂν ἀποθάνω, οὐ γὰρ ἀπολλάξω μου τὴν ἀκακίαν μου. 6 Δικαιοσύνῃ δὲ προσέχων οὐ μὴν προῶμαι, οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας.

Job 29:11-17

11 Ὅτι οὖς ἤκουσε καὶ ἐμακάρισέ με, ὀφθαλμὸς δὲ ἰδών με ἐξέκλινε. 12 Διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου, καὶ ὀρφανῷ ᾧ οὐκ ἦν βοηθός, ἐβοήθησα. 13 Εὐλογία ἀπολλυμένου ἐπʼ ἐμὲ ἔλθοι, στόμα δὲ χήρας με εὐλόγησε. 14 Δικαιοσύνην δὲ ἐνδεδύκειν, ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοΐδι. 15 Ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν. 16 Ἐγὼ ἤμην πατὴρ ἀδυνάτων, δίκην δὲ ἣν οὐκ ᾔδειν ἐξιχνίασα. 17 Συνέτριψα δὲ μύλας ἀδίκων, ἐκ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα.

Job 31:1-40

1 Διαθήκην ἐθέμην τοῖς ὀφθαλμοῖς μου, καὶ οὐ συνήσω ἐπὶ παρθένον. 2 Καὶ τί ἐμέρισεν ὁ Θεὸς ἄνωθεν, καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψίστων; 3 Οὐαὶ, ἀπώλεια τῷ ἀδίκῳ, καὶ ἀπαλλοτρίωσις τοῖς ποιοῦσιν ἀνομίαν. 4 Οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου, καὶ πάντα τὰ διαβήματά μου ἐξαριθμήσεται; 5 Εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν, εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον· 6 ἕσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ, οἶδε δὲ ὁ Κύριος τὴν ἀκακίαν μου· 7 εἰ ἐξέκλινεν ὁ πούς μου ἐκ τῆς ὁδοῦ, εἰ δὲ καὶ τῷ ὀφθαλμῷ ἐπηκολούθησεν ἡ καρδία μου, εἰ δὲ καὶ ταῖς χερσί μου ἡψάμην δώρων, 8 σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν, ἄῤῥιζος δὲ γενοίμην ἐπὶ γῆς. 9 Εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου, εἰ καὶ ἐγκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς, 10 ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέρῳ, τὰ δὲ νήπιά μου ταπεινωθείη. 11 Θυμὸς γὰρ ὀργῆς ἀκατάσχετος, τὸ μιᾶναι ἀνδρὸς γυναῖκα. 12 Πῦρ γάρ ἐστι καιόμενον ἐπὶ πάντων τῶν μερῶν, οὗ δʼ ἂν ἐπέλθῃ ἐκ ῥιζῶν ἀπώλεσεν.
13 Εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης, κρινομένων αὐτῶν πρὸς μὲ, 14 τί γὰρ ποιήσω ἐὰν ἔτασίν μου ποιῆται ὁ Κύριος; ἐὰν δὲ καὶ ἐπισκοπήν τίνα, ἀπόκρισιν ποιήσομαι; 15 Πότερον οὐχ ὡς καὶ ἐγὼ ἐγενόμην ἐν γαστρί, καὶ ἐκεῖνοι γεγόνασι; γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ.
16 Ἀδύνατοι δὲ χρείαν ἥν ποτε εἶχον οὐκ ἀπέτυχον, χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα. 17 Εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος, καὶ οὐχὶ ὀρφανῷ μετέδωκα· 18 ὅτι ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατὴρ, καὶ ἐκ γαστρὸς μητρός μου ὡδήγησα. 19 Εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον, καὶ οὐκ ἠμφίασα αὐτόν· 20 ἀδύνατοι δὲ εἰ μὴ εὐλόγησάν με, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν· 21 εἰ ἐπῇρα ὀρφανῷ χεῖρα, πεποιθὼς ὅτι πολλή μοι βοήθεια περίεστιν· 22 ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός, ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνος συντριβείη. 23 Φόβος γὰρ Κυρίου συνέσχε με, ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω.
24 Εἰ ἔταξα χρυσίον εἰς χοῦν μου, εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα, 25 εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου μοι γενομένου, εἰ δὲ καὶ ἐπʼ ἀναριθμήτοις ἐθέμην χεῖρά μου· 26 ἦ οὐχ ὁρῶμεν ἥλιον τὸν ἐπιφαύσκοντα ἐκλείποντα, σελήνην δὲ φθίνουσαν; οὐ γὰρ ἐπʼ αὐτοῖς ἐστι. 27 καὶ εἰ ἠπατήθη λάθρᾳ ἡ καρδία μου, εἰ δὲ χεῖρά μου ἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα. 28 Καὶ τοῦτό μοι ἄρα ἀνομία ἡ μεγίστη λογισθείη, ὅτι ἐψευσάμην ἐναντίον Κυρίου τοῦ ὑψίστου. 29 Εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου, καὶ εἶπεν ἡ καρδία μου, εὖγε. 30 Ἀκούσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου, θρυλληθείην δὲ ἄρα ὑπὸ λαοῦ μου κακούμενος.
31 Εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θαράπαιναί μου, τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; λίαν μου χρηστοῦ ὄντος· 32 ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο· 33 εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου· 34 οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους, τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτῶν· εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν θύραν μου κόλπῳ κενῷ· 35 τίς δῴη ἀκούοντά μου; χεῖρα δὲ Κυρίου εἰ μὴ ἐδεδοίκειν· συγγραφὴν δέ ἣν εἶχον κατά τινος, 36 ἐπʼ ὤμοις ἂν περιθέμενος στέφανον ἀνεγίνωσκον, 37 καὶ εἰ μὴ ῥήξας αὐτὴν ἀπέδωκα, οὐθὲν λαβὼν παρὰ χρεωφειλέτου·
38 Εἰ ἐπʼ ἐμοί ποτε ἡ γῆ ἐστέναξεν, εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν· 39 εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς, εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκβαλὼν ἐλύπησα· 40 ἀντὶ πυροῦ ἄρα ἐξέλθοι μοι κνίδη, ἀντὶ δὲ κριθῆς βάτος. Καὶ ἐπαύσατο Ἰὼβ ῥήμασιν.

Job 33:9

9 καθαρός εἰμι οὐχ ἁμαρτών, ἄμεμπτός εἰμι, οὐ γὰρ ἠνόμησα.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.