Job 28:13-28

Brenton_Greek(i) 13 Οὐκ οἶδε βροτὸς ὁδὸν αὐτῆς, οὐδὲ μὴν εὑρεθῇ ἐν ἀνθρώποις. 14 Ἄβυσσος εἶπεν, οὐκ ἔνεστιν ἐν ἐμοί· καὶ ἡ θάλασσα εἶπεν, οὐκ ἔνεστι μετʼ ἐμοῦ. 15 Οὐ δώσει συγκλεισμὸν ἀντʼ αὐτῆς, καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτῆς. 16 Καὶ οὐ συμβασταχθήσεται χρυσίῳ Σωφίρ, ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ. 17 Οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος, καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ. 18 Μετέωρα καὶ γαβὶς οὐ μνησθήσεται, καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα. 19 Οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας, χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται.
20 Ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς συνέσεως; 21 Λέληθε πάντα ἄνθρωπον, καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη. 22 Ἡ ἀπώλεια καὶ ὁ θάνατος εἶπαν, ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος.
23 Ὁ Θεὸς εὖ συνέστησεν αὐτῆς τὴν ὁδὸν, αὐτὸς δὲ οἶδε τὸν τόπον αὐτῆς. 24 Αὐτὸς γὰρ τὴν ὑπʼ οὐρανὸν πᾶσαν ἐφορᾷ· εἰδὼς τὰ ἐν τῇ γῇ, πάντα ἃ ἐποίησεν, 25 ἀνέμων σταθμὸν, ὕδατος μέτρα 26 ὅτι ἐποίησεν· οὕτως ἰδὼν ἠρίθμησε, καὶ ὁδὸν ἐν τινάγματι φωνάς. 27 Τότε εἶδεν αὐτὴν, καὶ ἐξηγήσατο αὐτήν, ἑτοιμάσας ἐξιχνίασεν. 28 Εἶπε δὲ ἀνθρώπῳ, ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία, τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν, ἐστιν ἐπιστήμη.