Job 19:6-11

Brenton_Greek(i) 6 Γνῶτε οὖν ὅτι Κύριός ἐστιν ὁ ταράξας, ὀχύρωμα δὲ αὐτοῦ ἐπʼ ἐμὲ ὕψωσεν. 7 Ἰδοὺ γελῶ ὀνείδει, οὐ λαλήσω· κεκράξομαι, καὶ οὐδαμοῦ κρίμα. 8 Κύκλῳ περιῳκοδόμημαι, καὶ οὐ μὴ διαβῶ· ἐπὶ πρόσωπόν μου σκότος ἔθετο. 9 Τὴν δὲ δόξαν ἀπʼ ἐμοῦ ἐξέδυσεν, ἀφεῖλε δὲ στέφανον ἀπὸ κεφαλῆς μου. 10 Διέσπασέ με κύκλῳ καὶ ᾠχόμην, ἐξέκοψε δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου. 11 Δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο, ἡγήσατο δέ με ὥσπερ ἐχθρόν.