Job 13:18-23

Brenton_Greek(i) 18 Ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου, οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι. 19 Τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι, ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω;
20 Δυεῖν δέ μοι χρήσῃ, τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι. 21 Τὴν χεῖρα ἀπʼ ἐμοῦ ἀπέχου, καὶ ὁ φόβος σου μή με καταπλησσέτω. 22 Εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι, ἢ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν. 23 Πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ ἀνομίαι μου; δίδαξόν με τίνες εἰσί.