Job 13:18 Cross References - Brenton_Greek

18 Ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου, οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι.

Job 9:2-3

2 Ἐπʼ ἀληθείας οἶδα, ὅτι οὕτως ἐστί· πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ Κυρίῳ; 3 Ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ, οὐ μὴ ὑπακούσῃ αὐτῷ, ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων.

Job 9:20

20 Ἐὰν γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει· ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι.

Job 16:21

21 22 Εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι Κυρίου, καὶ υἱῷ ἀνθρώπου τῷ πλησίον αὐτοῦ.

Job 23:4

4 Εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, τὸ δὲ στόμα μου ἐμπλήσαι ἐλέγχων.

Job 40:7-8

7 Μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι. 8 Μὴ ἀποποιοῦ μου τὸ κρίμα· οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος;

Isaiah 43:26

26 Σὺ δὲ μνήσθητι, καὶ κριθῶμεν· λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.