Brenton_Greek(i)
3 Κύριος πόῤῥωθεν ὤφθη αὐτῷ· ἀγάπησιν αἰώνιον ἠγάπησά σε· διατοῦτο εἵλκυσά σε εἰς, οἰκτείρημα. 4 Ὅτι οἰκοδομήσω σε, καὶ οἰκοδομηθήσῃ παρθένος Ἰσραήλ· ἔτι λήψῃ τύμπανόν σου, καὶ ἐξελεύσῃ μετὰ συναγωγῆς παιζόντων. 5 Ὅτι φυτεύσατε ἀμπελῶνας ἐν ὄρεσι Σαμαρείας, φυτεύσατε καὶ αἰνέσατε, 6 ὅτι ἐστὶν ἡμέρα κλήσεως ἀπολογουμένων ἐν ὄρεσιν Ἐφραὶμ, ἀνάστητε, καὶ ἀνάβητε εἰς Σιὼν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν.
7 Ὅτι οὕτως εἶπε Κύριος τῷ Ἰακὼβ, εὐφράνθητε, καὶ χρεμετίσατε ἐπὶ κεφαλὴν ἐθνῶν· ἀκουστὰ ποιήσατε, καὶ αἰνέσατε· εἴπατε, ἔσωσε Κύριος τὸν λαὸν αὐτοῦ, τὸ κατάλοιπον τοῦ Ἰσραήλ. 8 Ἰδοὺ ἐγὼ ἄγω αὐτοὺς ἀπὸ βοῤῥᾶ, καὶ συνάξω αὐτοὺς ἀπʼ ἐσχάτου τῆς γῆς ἐν ἑορτῇ φασέκ· καὶ τεκνοποιήσει ὄχλον πολὺν, καὶ ἀποστρέψουσιν ὧδε. 9 Ἐν κλαυθμῷ ἐξῆλθον, καὶ ἐν παρακλήσει ἀνάξω αὐτοὺς, αὐλίζων ἐπὶ διώρυγας ὑδάτων ἐν ὁδῷ ὀρθῇ, καὶ οὐ μὴ πλανηθῶσιν ἐν αὐτῇ· ὅτι ἐγενόμην τῷ Ἰσραὴλ εἰς πατέρα, καὶ Ἐφραὶμ πρωτότοκός μού ἐστιν.
10 Ἀκούσατε λόγους Κυρίου ἔθνη, καὶ ἀναγγείλατε εἰς νήσους τὰς μακρόθεν· εἴπατε, ὁ λικμήσας τὸν Ἰσραὴλ καὶ συνάξει αὐτὸν, καὶ φυλάξει αὐτὸν, ὡς ὁ βόσκων ποίμνιον αὐτοῦ. 11 Ὅτι ἐλυτρώσατο Κύριος τὸν Ἰακὼβ, ἐξείλατο αὐτὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ. 12 Καὶ ἥξουσι, καὶ εὐφρανθήσονται ἐν τῷ ὄρει Σιὼν, καὶ ἥξουσιν ἐπʼ ἀγαθὰ Κυρίου, ἐπὶ γῆν σίτου καὶ οἴνου, καὶ καρπῶν, καὶ κτηνῶν, καὶ προβάτων· καὶ ἔσται ἡ ψυχὴ αὐτῶν ὥσπερ ξύλον ἔγκαρπον, καὶ οὐ πεινάσουσιν ἔτι.