Brenton_Greek(i)
7 Οὐχ ὅτι πολυπληθεῖτε παρὰ πάντα τὰ ἔθνη, προείλετο Κύριος ὑμᾶς, καὶ ἐξελέξατο Κύριος ὑμᾶς· ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη. 8 Ἀλλὰ παρὰ τὸ ἀγαπᾶν Κύριον ὑμᾶς, καὶ διατηρῶν τὸν ὅρκον ὃν ὤμοσε τοῖς πατράσιν ὑμῶν, ἐξήγαγεν ὑμᾶς Κύριος ἐν χειρὶ κραταιᾷ, καὶ ἐλυτρώσατό σε Κύριος ἐξ οἴκου δουλείας, ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου. 9 Καὶ γνώσῃ, ὅτι Κύριος ὁ Θεός σου, οὗτος Θεός· Θεὸς πιστὸς, ὁ φυλάσσων διαθήκην καὶ ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ εἰς χιλίας γενεάς,