Jeremiah 29:24-32

Brenton_Greek(i) 24 Καὶ πρὸς Σαμαίαν τὸν Νελαμίτην ἐρεῖς, 25 οὐκ ἀπέστειλά σε τῷ ὀνόματί μου· καὶ πρὸς Σοφονίαν υἱὸν Μαασαίου τὸν ἱερέα εἰπὲ, 26 Κύριος ἔδωκέ σε ἱερέα ἀντὶ Ἰωδαὲ τοῦ ἱερέως, γενέσθαι ἐπιστάτην ἐν τῷ οἴκῳ Κυρίου παντὶ ἀνθρώπῳ προφητεύοντι, καὶ παντὶ ἀνθρώπῳ μαινομένῳ, καὶ δώσεις αὐτὸν εἰς τὸ ἀπόκλεισμα, καὶ εἰς τὸν καταράκτην. 27 Καὶ νῦν διατί συνελοιδορήσατε Ἱερεμίαν τὸν ἐξ Ἀναθὼθ, τὸν προφητεύσαντα ὑμῖν; 28 Οὐ διατοῦτο ἀπέστειλεν; ὅτι διὰ τοῦ μηνὸς τούτου ἀπέστειλε πρὸς ὑμᾶς εἰς Βαβυλῶνα, λέγων, μακράν ἐστιν, οἰκοδομήσατε οἰκίας, καὶ κατοικήσατε, καὶ φυτεύσατε κήπους, καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν. 29 Καὶ ἀνέγνω Σοφονίας τὸ βιβλίον εἰς τὰ ὦτα Ἱερεμίου.
30 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἱερεμίαν, λέγων, 31 ἀπόστειλον πρὸς τὴν ἀποικίαν, λέγων, οὕτως εἶπε Κύριος ἐπὶ Σαμαίαν τὸν Αἰλαμίτην, ἐπειδὴ ἐπροφήτευσεν ὑμῖν Σαμαίας, καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτόν, καὶ πεποιθέναι ἐποίησεν ὑμᾶς ἐπʼ ἀδίκοις, 32 διατοῦτο οὕτως εἶπε Κύριος, ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπὶ Σαμαίαν, καὶ ἐπὶ τὸ γένος αὐτοῦ, καὶ οὐκ ἔσται αὐτῶν ἄνθρωπος ἐν μέσῳ ὑμῶν, τοῦ ἰδεῖν τὰ ἀγαθὰ, ἃ ἐγὼ ποιήσω ὑμῖν, οὐκ ὄψονται.