Isaiah 9:9-10

Brenton_Greek(i) 9 Καὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ Ἐφραὶμ, καὶ οἱ ἐγκαθήμενοι ἐν Σαμαρείᾳ, ἐφʼ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες, 10 πλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους, καὶ κόψωμεν συκαμίνους καὶ κέδρους, καὶ οἱκοδομήσωμεν ἑαυτοῖς πύργον.