Brenton_Greek(i)
12 μήποτε εἴπητε, σκληρόν· πᾶν γάρ ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος, σκληρόν ἐστι· τὸν δὲ φόβον αὐτοῦ οὐ μὴ φοβηθῆτε οὐδὲ μὴ ταραχθῆτε. 13 Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου φόβος. 14 Καὶ ἐὰν ἐπʼ αὐτῷ πεποιθὼς ἦς, ἔσται σοι εἰς ἁγίασμα, καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε, οὐδὲ ὡς πέτρας πτώματι· οἱ δὲ οἶκοι Ἰακὼβ ἐν παγίδι, καὶ ἐν κοιλάσματι ἐγκαθήμενοι ἐν Ἱερουσαλήμ.