Isaiah 65:17-25

Brenton_Greek(i) 17 Ἔσται γὰρ ὁ οὐρανὸς καινὸς, καὶ ἡ γῆ καινὴ, καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδʼ οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν, 18 ἀλλʼ εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ· ὅτι ἰδοὺ ἐγὼ ποιῶ ἀγαλλίαμα Ἱερουσαλὴμ, καὶ τὸν λαόν μου εὐφροσύνην. 19 Καὶ ἀγαλλιάσομαι ἐπὶ Ἱερουσαλὴμ, καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου· καὶ οὐκέτι μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κλαῦθμου, καὶ φωνὴ κραυγῆς, 20 οὐδ’ οὐ μὴ γένηται ἔτι ἐκεῖ ἄωρος καὶ πρεσβύτης, ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ· ἔσται γὰρ ὁ νέος ἑκατὸν ἐτῶν, ὁ δὲ ἀποθνήσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν, καὶ ἐπικατάρατος ἔσται. 21 Καὶ οἰκοδομήσουσιν οἰκίας, καὶ αὐτοὶ ἐνοικήσουσι· καὶ καταφυτεύσουσι ἀμπελῶνας, καὶ αὐτοὶ φάγονται τὰ γεννήματα αὐτῶν. 22 Οὐ μὴ οἰκοδομήσουσι, καὶ ἄλλοι ἐνοικήσουσι, καὶ οὐ μὴ φυτεύσουσι, καὶ ἄλλοι φάγονται· κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ μου· τὰ γὰρ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσιν. 23 Οἱ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν, οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν, ὅτι σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ ἐστι, καὶ τὰ ἔκγονα αὐτῶν μετʼ αὐτῶν.
24 Καὶ ἔσται πρὶν ἢ κεκράξαι αὐτοὺς, ἐγὼ ὑπακούσομαι αὐτῶν· ἔτι λαλούντων αὐτῶν, ἐρῶ, τί ἐστι; 25 Τότε λύκοι καὶ ἄρνες βοσκηθήσονται ἅμα, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, ὄφις δὲ γῆν ὡς ἄρτον· οὐκ ἀδικήσουσιν, οὐδὲ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ μου, λέγει Κύριος.