Isaiah 63:15-16

Brenton_Greek(i) 15 Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ, καὶ ἰδὲ ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου, καὶ δόξης σου· ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; ποῦ ἐστι τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ οἰκτιρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν; 16 Σὺ γὰρ εἶ πατὴρ ἡμῶν, ὅτι Ἁβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς, ἀλλὰ σύ Κύριε πατὴρ ἡμῶν· ῥῦσαι ἡμᾶς, ἀπʼ ἀρχῆς τὸ ὄνομά σου ἐφʼ ἡμᾶς ἐστι.