Brenton_Greek(i)
13 Ἠσεβήσαμεν καὶ ἐψευσάμεθα, καὶ ἀπέστημεν ὄπισθεν τοῦ Θεοῦ ἡμῶν· ἐλαλήσαμεν ἄδικα, καὶ ἠπειθήσαμεν· ἐκύομεν, καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους. 14 Καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν, καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκεν· ὅτι κατηναλώθη ἐν ταῖς ὁδοῖς αὐτῶν ἡ ἀλήθεια, καὶ διʼ εὐθείας οὐκ ἐδύναντο διελθεῖν. 15 Καὶ ἡ ἀλήθεια ᾖρται, καὶ μετέστησαν τὴν διάνοιαν τοῦ συνιέναι.
Καὶ εἶδε Κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις. 16 Καὶ εἶδε, καὶ οὐκ ἦν ἀνὴρ, καὶ κατενόησε, καὶ οὐκ ἦν ὁ ἀντιληψόμενος· καὶ ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ, καὶ τῇ ἐλεημοσύνῃ ἐστηρίσατο.
Καὶ εἶδε Κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις. 16 Καὶ εἶδε, καὶ οὐκ ἦν ἀνὴρ, καὶ κατενόησε, καὶ οὐκ ἦν ὁ ἀντιληψόμενος· καὶ ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ, καὶ τῇ ἐλεημοσύνῃ ἐστηρίσατο.