Isaiah 48:6-8

Brenton_Greek(i) 6 Ἠκούσατε πάντα, καὶ ὑμεῖς οὐκ ἔγνωτε· ἀλλὰ ἀκουστά σοι ἐποίησα τὰ καινὰ ἀπὸ τοῦ νῦν; ἃ μέλλει γίνεσθαι· καὶ οὐκ εἶπας, 7 νῦν γίνεται, καὶ οὐ πάλαι, καὶ οὐ προτέραις ἡμέραις ἤκουσας αὐτά· μὴ εἴπῃς, ναὶ γινώσκω αὐτά. 8 Οὔτε ἔγνως, οὔτε ἠπίστω, οὔτε ἀπʼ ἀρχῆς ἤνοιξά σου τὰ ὦτα· ἔγνων γὰρ, ὅτι ἀθετῶν ἀθετήσεις, καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήσῃ.