Isaiah 37:12-13

Brenton_Greek(i) 12 Μὴ ἐῤῥύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν, οὓς ἀπώλεσαν οἱ πατέρες μου, τήν τε Γωζᾶν, καὶ Χαῤῥὰν, καὶ Ῥαφὲθ, αἵ εἰσιν ἐν χώρᾳ Θεεμάθ; 13 Ποῦ εἰσιν βασιλεῖς Αἰμὰθ; καὶ ποῦ Ἀρφάθ; καὶ πόλεως Ἐπφαρουαὶμ, Ἀναγουγάνα;