Brenton_Greek(i)
7 Καὶ ἔσται ὡς ὁ ἐνυπνιαζόμενος καθʼ ὕπνους νυκτὸς, ὁ πλοῦτος ἁπάντων τῶν ἐθνῶν, ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἀριὴλ, καὶ πάντες οἱ στρατευσάμενοι ἐπὶ Ἱερουσαλὴμ, καὶ πάντες οἱ συνηγμένοι ἐπʼ αὐτὴν, καὶ οἱ θλίβοντες αὐτήν. 8 Καὶ ὡς οἱ ἐν τῷ ὕπνῳ πίνοντες καὶ ἔσθοντες, καὶ ἐξαναστάντων, μάταιον τὸ ἐνύπνιον· καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς ὁ πίνων, καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν· οὕτως ἔσται ὁ πλοῦτος τῶν ἐθνῶν πάντων, ὅσοι ἐπεστράτευσαν ἐπὶ τὸ ὄρος Σιών.