Isaiah 11:14-16

Brenton_Greek(i) 14 Καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων· θάλασσαν, ἅμα προνομεύσουσι, καὶ τοὺς ἀφʼ ἡλίου ἀνατολῶν, καὶ Ἰδουμαίαν, καὶ ἐπὶ Μωὰβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν· οἱ δὲ υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται.
15 Καὶ ἐρημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου, καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ· καὶ πατάξει ἑπτὰ φάραγγας, ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασι. 16 Καὶ ἔσται δίοδος τῷ καταλειφθέντι μου λαῷ ἐν Αἰγύπτῳ· καὶ ἔσται τῷ Ἰσραὴλ, ὡς ἡ ἡμέρα ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου.