Habakkuk 2:19-20

Brenton_Greek(i) 19 Οὐαὶ ὁ λέγων τῷ ξύλῳ, ἔκνηψον, ἐξεγέρθητι· καὶ τῷ λίθῳ, ὑψώθητι· καὶ αὐτό ἐστι φαντασία· τοῦτο δέ ἐστιν ἔλασμα χρυσίου καὶ ἀργυρίου, καὶ πᾶν πνεῦμα οὐκ ἔστιν ἐν αὐτῷ. 20 Ὁ δὲ Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· εὐλαβείσθω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.