Brenton_Greek(i)
8 Ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον ἅμα Ἰακὼβ τῷ πατρὶ αὐτῶν. Ἰακὼβ καὶ υἱοὶ αὐτοῦ· πρωτότοκος Ἰακὼβ, Ῥουβήν. 9 Υἱοὶ δὲ Ῥουβήν, Ἐνὼχ, καὶ Φαλλὸς, Ἀσρὼν, καὶ Χαρμί. 10 Υἱοὶ δὲ Συμεὼν, Ἰεμουὴλ, καὶ Ἰαμεὶν καὶ Ἀὼδ, καὶ Ἀχεὶν, καὶ Σαὰρ, καὶ Σαοὺλ υἱὸς τῆς Χανανίτιδος. 11 Υἱοὶ δὲ Λευΐ, Γηρσὼν, Κὰθ, καὶ Μεραρί. 12 Υἱοὶ δὲ Ἰούδα, ῍Ηρ, καὶ Αὐνὰν, καὶ Σηλὼμ, καὶ Φαρὲς, καὶ Ζαρά· ἀπέθανε δὲ ῍Ηρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν· ἐγένοντο δὲ υἱοὶ Φαρὲς, Ἐσρὼν, καὶ Ἰεμουήλ. 13 Υἱοὶ δὲ Ἰσσάχαρ, Θωλὰ, καὶ Φουὰ, καὶ Ἀσοὺμ, καὶ Ζαμβράμ. 14 Υἱοὶ δὲ Ζαβουλὼν, Σερὲδ, καὶ Ἀλλὼν, καὶ Ἀχοήλ. 15 Οὗτοι υἱοὶ Λείας, οὓς ἔτεκε τῷ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας, καὶ Δείναν τὴν θυγατέρα αὐτοῦ· πᾶσαι αἱ ψυχαί, υἱοὶ καὶ θυγατέρες, τριάκοντα τρεῖς.