Genesis 46:8 Cross References - Brenton_Greek

8 Ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον ἅμα Ἰακὼβ τῷ πατρὶ αὐτῶν. Ἰακὼβ καὶ υἱοὶ αὐτοῦ· πρωτότοκος Ἰακὼβ, Ῥουβήν.

Genesis 29:1-30

1 Καὶ ἐξάρας Ἰακὼβ τοὺς πόδας ἐπορεύθη εἰς γῆν ἀνατολῶν, πρὸς Λάβαν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν δὲ Ῥεβέκκας, μητρὸς Ἰακὼβ καὶ Ἡσαῦ. 2 Καὶ ὁρᾷ, καὶ ἰδοὺ φρέαρ ἐν τῷ πεδίῳ· ἦσαν δὲ ἐκεῖ τρία ποίμνια προβάτων ἀναπαυόμενα ἐπʼ αὐτοῦ· ἐκ γὰρ τοῦ φρέατος ἐκείνου ἐπότιζον τὰ ποίμνια· λίθος δὲ ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος. 3 Καὶ συνήγοντο ἐκεῖ πάντα τὰ ποίμνια· καὶ ἀπεκύλιον τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ἐπότιζον τὰ πρόβατα, καὶ ἀποκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος εἰς τὸν τόπον αὐτοῦ. 4 Εἶπε δὲ αὐτοῖς Ἰακὼβ, ἀδελφοί, πόθεν ἐστὲ ὑμεῖς; οἱ δὲ εἶπαν, ἐκ Χαῤῥὰν ἐσμέν. 5 Εἶπε δὲ αὐτοῖς, γινώσκετε Λάβαν τὸν υἱὸν Ναχώρ; οἱ δὲ εἶπαν, γινώσκομεν· 6 Εἶπε δὲ αὐτοῖς, ὑγιαίνει; οἱ δὲ εἶπαν, ὑγιαίνει· καὶ ἰδοὺ Ῥαχὴλ ἡ θυγάτηρ αὐτοῦ ἤρχετο μετὰ τῶν προβάτων. 7 Καὶ εἶπεν Ἰακὼβ, ἔτι ἐστὶν ἡμέρα πολλὴ· οὔπω ὥρα συναχθῆναι τὰ κτήνη· ποτίσαντες τὰ πρόβατα, ἀπελθόντες βόσκετε. 8 Οἱ δὲ εἶπαν, οὐ δυνησόμεθα ἕως τοῦ συναχθῆναι πάντας τοὺς ποιμένας, καὶ ἀποκυλίσουσι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ποτιοῦμεν τὰ πρόβατα. 9 Ἔτι αὐτοῦ λαλοῦντος αὐτοῖς, καὶ ἰδοὺ Ῥαχὴλ ἡ θυγάτηρ Λάβαν ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς· αὐτὴ γὰρ ἔβοσκε τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς. 10 Ἐγένετο δέ, ὡς εἶδεν Ἰακὼβ τὴν Ῥαχὴλ τὴν θυγατέρα Λάβαν, τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ προσελθὼν Ἰακὼβ ἀπεκύλισε τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ἐπότιζε τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ. 11 Καὶ ἐφίλησεν Ἰακὼβ τὴν Ῥαχήλ, καὶ βοήσας τῇ φωνῇ αὐτοῦ ἔκλαυσε. 12 Καὶ ἀπήγγειλε τῇ Ῥαχὴλ, ὅτι ἀδελφὸς τοῦ πατρὸς αὐτῆς ἐστι, καὶ ὅτι υἱὸς Ῥεβέκκας ἐστί· καὶ δραμοῦσα ἀπήγγειλε τῷ πατρὶ αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα. 13 Ἐγένετο δὲ ὡς ἤκουσε Λάβαν τὸ ὄνομα Ἰακὼβ τοῦ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ, ἔδραμεν εἰς συνάντησιν αὐτῷ, καὶ περιλαβὼν αὐτὸν ἐφίλησε, καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ· καὶ διηγήσατο τῷ Λάβαν πάντας τοὺς λόγους τούτους. 14 Καὶ εἶπεν αὐτῷ Λάβαν, ἐκ τῶν ὀστῶν μου καὶ ἐκ τῆς σαρκός μου εἶ σύ· καὶ ἦν μετʼ αὐτοῦ μῆνα ἡμερῶν.
15 Εἶπε δὲ Λάβαν τῷ Ἰακὼβ, ὅτι γὰρ ἀδελφός μου εἶ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι τίς ὁ μισθός σου ἐστί; 16 Τῷ δὲ Λάβαν ἦσαν δύο θυγατέρες· ὄνομα τῇ μείζονι, Λεία, καὶ ὄνομα τῇ νεωτέρᾳ Ῥαχήλ. 17 Οἱ δὲ ὀφθαλμοὶ Λείας, ἀσθενεῖς· Ῥαχὴλ δὲ ἦν καλὴ τῷ εἴδει, καὶ ὡραία τῇ ὄψει σφόδρα. 18 Ἠγάπησε δὲ Ἰακὼβ τὴν Ῥαχὴλ· καὶ εἶπε, δουλεύσω σοι ἑπτὰ ἔτη περὶ Ῥαχὴλ τῆς θυγατρός σου τῆς νεωτέρας. 19 Εἶπε δὲ αὐτῷ Λάβαν, βέλτιον δοῦναί με αὐτήν σοι, ἢ δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ· οἴκησον μετʼ ἐμοῦ. 20 Καὶ ἐδούλευσεν Ἰακὼβ περὶ Ῥαχὴλ ἑπτὰ ἔτη· καὶ ἦσαν ἐναντίον αὐτοῦ ὡς ἡμέραι ὀλίγαι, παρὰ τὸ ἀγαπᾷν αὐτὸν αὐτήν. 21 Εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν, δός μοι τὴν γυναῖκά μου, πεπλήρωνται γὰρ αἱ ἡμέραι ὅπως εἰσέλθω πρὸς αὐτήν. 22 Συνήγαγε δὲ Λάβαν πάντας τοὺς ἄνδρας τοῦ τόπου, καὶ ἐποίησε γάμον. 23 Καὶ ἐγένετο ἑσπέρα, καὶ λαβὼν Λείαν τὴν θυγατέρα αὐτοῦ, εἰσήγαγε πρὸς Ἰακὼβ, καὶ εἰσῆλθε πρὸς αὐτὴν Ἰακώβ. 24 Ἔδωκε δὲ Λάβαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ Ζελφὰν τὴν παιδίσκην αὐτοῦ, αὐτῇ παιδίσκην. 25 Ἐγένετο δὲ πρωῒ, καὶ ἰδοὺ ἦν Λεία· εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν, τί τοῦτο ἐποίησάς μοι; οὐ περὶ Ῥαχὴλ ἐδούλευσα παρὰ σοί; καὶ ἱνατί παρελογίσω με; 26 Ἀπεκρίθη δὲ Λάβαν, οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρινὴ τὴν πρεσβυτέραν· 27 Συντέλεσον οὖν τὰ ἕβδομα ταύτης, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας, ἧς ἐργᾷ παρʼ ἐμοί ἔτι ἑπτὰ ἔτη ἕτερα. 28 Ἐποίησε δὲ Ἰακὼβ οὕτως, καὶ ἀνεπλήρωσε τὰ ἕβδομα ταύτης· καὶ ἔδωκεν αὐτῷ Λάβαν Ῥαχὴλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα. 29 Ἔδωκε δὲ Λάβαν τῇ θυγατρὶ αὐτοῦ Βαλλὰν τὴν παιδίσκην αὐτοῦ, αὐτῇ παιδίσκην. 30 Καὶ εἰσῆλθε πρὸς Ῥαχήλ· ἠγάπησε δὲ Ῥαχὴλ μᾶλλον ἢ Λείαν· καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα.

Genesis 29:32

32 Καὶ συνέλαβε Λεία, καὶ ἔτεκεν υἱὸν τῷ Ἰακώβ· ἐκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Ῥουβὴν, λέγουσα, διότι εἶδέ μου Κύριος τὴν ταπείνωσιν, καὶ ἔδωκέ μοι υἱόν· νῦν οὖν ἀγαπήσει με ὁ ἀνήρ μου.

Genesis 35:22-23

22 21 Ἐγένετο δέ ἡνίκα κατῴκησεν Ἰσραὴλ ἐν τῇ γῇ ἐκείνῃ, ἐπορεύθη Ῥουβὴν, καὶ ἐκοιμήθη μετὰ Βαλλᾶς, τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ Ἰακὼβ· καὶ ἤκουσεν Ἰσραήλ, καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ.
22 Ἦσαν δὲ οἱ υἱοὶ Ἰακὼβ, δώδεκα. 23 Υἱοὶ Λείας, πρωτότοκος Ἰακὼβ, Ῥουβήν, Συμεών, Λευί, Ἰούδας, Ἰσσάχαρ, Ζαβουλών.

Genesis 49:1-33

1 Ἐκάλεσε δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς, συνάχθητε, ἵνα ἀναγγείλω ὑμῖν, τί ἀπαντήσει ὑμῖν ἐπʼ ἐσχάτων τῶν ἡμερῶν. 2 Συνάχθητε, καὶ ἀκούσατέ μου, υἱοὶ Ἰακώβ· ἀκούσατε Ἰσραὴλ, ἀκούσατε τοῦ πατρὸς ὑμῶν. 3 Ρουβὴν πρωτότοκός μου, σὺ ἰσχύς μου, καὶ ἀρχὴ τέκνων μου, σκληρὸς φέρεσθαι, καὶ σκληρὸς αὐθάδης. 4 Ἐξύβρισας ὡς ὕδωρ, μὴ ἐκζέσῃς· ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου· τότε ἐμίανας τὴν στρωμνὴν, οὗ ἀνέβης. 5 Συμεὼν καὶ Λευὶ ἀδελφοὶ συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐτῶν. 6 Εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου, καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρείσαι τὰ ἥπατά μου· ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους, καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον. 7 Ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης· καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη· διαμεριῶ αὐτοὺς ἐν Ἰακὼβ, καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ. 8 Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. 9 Σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; 10 Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἐὰν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ· καὶ αὐτὸς προσδοκία ἐθνῶν. 11 Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ, πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. 12 Χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ αὐτοῦ οἴνου· καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα. 13 Ζαβουλὼν παράλιος κατοικήσει καὶ αὐτὸς παρʼ ὅρμον πλοίων, καὶ παρατενεῖ ἕως Σιδῶνος. 14 Ἰσσάχαρ τὸ καλὸν ἐπεθύμησεν, ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων. 15 Καὶ ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλὴ, καὶ τὴν γῆν ὅτι πίων, ὑπέθηκε τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν, καὶ ἐγενήθη ἀνὴρ γεωργός. 16 Δὰν κρινεῖ τὸ λαὸν αὐτοῦ, ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ. 17 Καὶ γενηθήτω Δὰν ὄφις ἐφʼ ὁδοῦ, ἐγκαθήμενος ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου· καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω, 18 τὴν σωτηρίαν περιμένων Κυρίου. 19 Γὰδ, πειράτήριον πειρατεύσει αὐτόν· αὐτὸς δὲ πειρατεύσει αὐτὸν κατὰ πόδας. 20 Ἀσὴρ, πίων αὐτοῦ ὁ ἄρτος· καὶ αὐτὸς δώσει τρυφὴν ἄρχουσι. 21 Νεφθαλὶ στέλεχος ἀνειμένον, ἐπιδιδοὺς ἐν τῷ γεννήματι κάλλος. 22 Υἱὸς ηὐξημένος Ἰωσὴφ, υἱὸς ηὐξημένος μου ζηλωτός, υἱός μου νεώτατος· πρός με ἀνάστρεψον. 23 Εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν, καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων. 24 Καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν· καὶ ἐξελύθη τὰ νεῦρα βραχιόνων χειρὸς αὐτῶν, διά χεῖρα δυνάστου Ἰακώβ· ἐκεῖθεν ὁ κατισχύσας Ἰσραὴλ παρὰ Θεοῦ τοῦ πατρός σου. 25 Καὶ ἐβοήθησέ σοι ὁ Θεὸς ὁ ἐμὸς, καὶ εὐλόγησέ σε εὐλογίαν οὐρανοῦ ἄνωθεν, καὶ εὐλογίαν γῆς ἐχούσης πάντα, εἵνεκεν εὐλογίας μαστῶν καὶ μήτρας, 26 εὐλογίας πατρός σου καὶ μητρός σου· ὑπερίσχυσεν ὑπὲρ εὐλογίας ὀρέων μονίμων, καὶ ἐπʼ εὐλογίαις θινῶν ἀενάων· ἔσονται ἐπὶ κεφαλὴν Ἰωσὴφ, καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν. 27 Βενιαμὶν λύκος ἅρπαξ, τὸ πρωϊνὸν ἔδεται ἔτι, καὶ εἰς τὸ ἑσπέρας δίδωσι τροφήν. 28 Πάντες οὗτοι υἱοὶ Ἰακὼβ δώδεκα· καὶ ταῦτα ἐλάλησεν αὐτοῖς ὁ πατὴρ αὐτῶν· καὶ εὐλόγησεν αὐτούς· ἕκαστον κατὰ τὴν εὐλογίαν αὐτοῦ εὐλόγησεν αὐτούς. 29 Καὶ εἶπεν αὐτοῖς, ἐγὼ προστίθεμαι πρὸς τὸν ἐμὸν λαόν· θάψατέ με μετὰ τῶν πατέρων μου ἐν τῷ σπηλαίῳ, ὅ ἐστιν ἐν τῷ ἀγρῷ Ἐφρὼν τοῦ Χετταίου, 30 ἐν τῷ σπηλαίῳ τῷ διπλῷ, τῷ ἀπέναντι Μαμβρῆ, ἐν γῇ Χαναὰν, ὃ ἐκτήσατο Ἁβραὰμ τὸ σπήλαιον παρὰ Ἐφρὼν τοῦ Χετταίου ἐν κτήσει μνημείου. 31 Ἐκεῖ ἔθαψαν Ἁβραὰμ καὶ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ· ἐκεῖ ἔθαψαν Ἰσαὰκ καὶ Ῥεβέκκαν τὴν γυναῖκα αὐτοῦ· ἐκεῖ ἔθαψαν Λείαν· 32 Ἐν κτήσει τοῦ ἀγροῦ καὶ τοῦ σπηλαίου τοῦ ὄντος ἐν αὐτῷ παρὰ τῶν υἱῶν Χέτ. 33 Καὶ κατέπαυσεν Ἰακὼβ ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ· καὶ ἐξάρας τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην, ἐξέλιπε· καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.

Exodus 1:1-5

1 ΤΑΥΤΑ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσπεπορευμένων εἰς Αἴγυπτον ἅμα Ἰακὼβ τῷ πατρὶ αὐτῶν, ἕκαστος πανοικὶ αὐτῶν εἰσήλθοσαν. 2 Ρουβήν, Συμεὼν, Λευὶ, Ἰούδας, 3 Ἰσσάχαρ, Ζαβουλὼν, Βενιαμίν, 4 Δὰν, καὶ Νεφθαλὶ, Γὰδ, καὶ Ἀσήρ. 5 Ἰωσὴφ δὲ ἦν ἐν Αἰγύπτῳ· ἦσαν δὲ πᾶσαι ψυχαὶ ἐξ Ἰακὼβ, πέντε καὶ ἑβδομήκοντα.

Exodus 6:14-18

14 Καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν· υἱοὶ Ῥουβὴν, πρωτοτόκου Ἰσραήλ· Ἐνὼχ, καὶ Φαλλούς, Ἀσρὼν, καὶ Χαρμεί· αὕτη ἡ συγγένεια Ῥουβήν. 15 Καὶ υἱοὶ Συμεών· Ἰεμουὴλ, καὶ Ἰαμεὶμ, καὶ Ἀὼδ, καὶ Ἰαχεὶν, καὶ Σαὰρ, καὶ Σαοὺλ ὁ ἐκ τῆς Φοινίσσης· αὗται αἱ πατριαὶ τῶν υἱῶν Συμεών. 16 Καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Λευὶ κατὰ συγγενείας αὐτῶν· Γεδσών, Καὰθ, καὶ Μεραρεί· καὶ τὰ ἔτη τῆς ζωῆς Λευὶ ἑκατὸν τριακοντα ἑπτά. 17 Καὶ οὗτοι υἱοὶ Γεδσών· Λοβενεὶ, καὶ Σεμεεί· οἶκοι πατριᾶς αὐτῶν. 18 Καὶ υἱοὶ Καάθ· Ἀμβρὰμ, καὶ Ἰσσαὰρ, Χεβρὼν, καὶ Ὀζειήλ· καὶ τὰ ἔτη τῆς ζωῆς Καὰθ ἑκατὸν τριάκοντα τρία ἔτη.

Numbers 1:5

5 Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἵτινες παραστήσονται μεθʼ ὑμῶν· τῶν Ῥουβήν, Ἐλισοὺρ υἱὸς Σεδιούρ.

Numbers 1:20-21

20 Καὶ ἐγένοντο οἱ υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραὴλ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, 21 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ῥουβὴν, ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.

Numbers 2:10-13

10 Τάγματα παρεμβολῆς Ῥουβὴν, πρὸς λίβα δύναμις αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ῥουβήν, Ἑλισοὺρ υἱὸς Σεδιούρ. 11 Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι. 12 Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Συμεὼν, καὶ ὁ ἄρχων τῶν υἱῶν Συμεὼν, Σαλαμιὴλ υἱὸς Σουρισαδαί. 13 Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι.

Numbers 26:4-11

4 ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ· καὶ οἱ υἱοὶ Ἰσραὴλ οἱ ἐξελθόντες ἐξ Αἰγύπτου, 5 Ῥουβὴν πρωτότοκος Ἰσραήλ· υἱοὶ δὲ Ῥουβὴν Ἐνὼχ, καὶ δῆμος τοῦ Ἐνώχ· τῷ Φαλλοὺ, δῆμος τοῦ Φαλλουί. 6 Τῷ Ἀσρὼν, δῆμος τοῦ Ἀσρωνί· τῷ Χαρμὶ, δῆμος τοῦ Χαρμί. 7 Οὗτοι δῆμοι Ῥουβήν· καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν, τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα.
8 Καὶ υἱοὶ Φαλλοὺ, Ἑλιὰβ. 9 Καὶ υἱοὶ Ἑλιὰβ, Ναμουὴλ, καὶ Δαθὰν, καὶ Ἀβειρών· οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς· οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν ἐν τῇ συναγωγῇ Κορὲ, ἐν τῇ ἐπισυστάσει Κυρίου. 10 Καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς, κατέπιεν αὐτοὺς καὶ Κορὲ, ἐν τῷ θανάτῳ τῆς συναγωγῆς αὐτοῦ, ὅτε κατέφαγε τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους, καὶ ἐγενήθησαν ἐν σημείῳ· 11 οἱ δὲ υἱοὶ Κορὲ οὐκ ἀπέθανον.

Deuteronomy 33:6

6 Ζήτω Ῥουβὴν, καὶ μὴ ἀποθανέτω, καὶ ἔστω πολὺς ἐν ἀριθμῷ.

1 Chronicles 2:1-55

1 Ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἰσραήλ· Ῥουβὴν, Συμεὼν, Λευὶ, Ἰούδα, Ἰσσάχαρ, Ζαβουλὼν, 2 Δὰν, Ἰωσήὴφ, Βενιαμὶν, Νεφθαλὶ, Γὰδ, Ἀσὴρ.
3 Υἱοὶ Ἰούδα· Ἤρ, Αὐνὰν, Σηλώμ· τρεῖς ἐγεννήθησαν αὐτῷ ἐκ τῆς θυγατρὸς Σαύας τῆς Χανανίτιδος· καὶ ἦν ῍Ηρ ὁ πρωτότοκος Ἰούδα πονηρὸς ἐναντίον Κυρίου, καὶ ἀπέκτεινεν αὐτόν· 4 Καὶ Θάμαρ ἡ νύμφη αὐτοῦ ἔτεκεν αὐτῷ τὸν Φαρὲς, καὶ τὸν Ζαρά· πάντες υἱοὶ Ἰούδα πέντε.
5 Υἱοὶ Φαρὲς, Ἐσρὼμ, καὶ Ἰεμουήλ. 6 Καὶ υἱοὶ Ζαρὰ, Ζαμβρὶ, καὶ Αἰθὰν, καὶ Αἰμουὰν, καὶ Καλχὰλ, καὶ Δαρὰδ, πάντες πέντε.
7 Καὶ υἱοὶ Χαρμὶ, Ἄχαρ ὁ ἐμποδοστάτης Ἰσραὴλ, ὃς ἠθέτησεν εἰς τὸ ἀνάθεμα. 8 Καὶ υἱοὶ Αἰθὰν, Ἀζαρίας. 9 Καὶ υἱοὶ Ἐσρὼμ οἳ ἐτέχθησαν αὐτῷ, ὁ Ἱεραμεὴλ, καὶ ὁ Ἀρὰμ, καὶ ὁ Χαλέβ.
10 Καὶ Ἀρὰμ ἐγέννησε τὸν Ἀμιναδὰβ, καὶ Ἀμιναδὰβ ἐγέννησε τὸν Ναασσὼν ἄρχοντα οἴκου Ἰούδα, 11 καὶ Ναασσὼν ἐγέννησε τὸν Σαλμὼν, καὶ Σαλμὼν ἐγέννησε τὸν Βοὼζ, 12 καὶ Βοὸζ ἐγέννησε τὸν Ὠβὴδ, καὶ Ὠβὴδ ἐγέννησε τὸν Ἰεσσαί, 13 καὶ Ἰεσσαὶ ἐγέννησε τὸν πρωτότοκον αὐτοῦ τὸν Ἐλιὰβ, Ἀμιναδὰβ ὁ δεύτερος, Σαμαὰ ὁ τρίτος, 14 Ναθαναὴλ ὁ τέταρτος, Ζαδδαῒ ὁ πέμπτος, 15 Ἀσὰμ ὁ ἕκτος, Δαυὶδ ὁ ἕβδομος. 16 Καὶ ἡ ἀδελφὴ αὐτῶν Σαρουία, καὶ Ἀβιγαία· καὶ υἱοὶ Σαρουία, Ἀβισὰ, καὶ Ἰωὰβ, καὶ Ἀσαὴλ, τρεῖς. 17 Καὶ Ἀβιγαία ἐγέννησε τὸν Ἀμεσσάβ· καὶ πατὴρ Ἀμεσσὰβ Ἰοθὸρ ὁ Ἰσμαηλίτης.
18 Καὶ Χαλὲβ υἱὸς Ἐσρὼμ ἔλαβε τὴν Γαζουβὰ γυναῖκα, καὶ τὴν Ἱεριώθ· καὶ οὗτοι υἱοὶ αὐτῆς, Ἰασὰρ, καὶ Σουβὰβ, καὶ Ἀρδών. 19 Καὶ ἀπέθανε Γαζουβὰ, καὶ ἔλαβεν ἑαυτῷ Χαλὲβ τὴν Ἐφρὰθ, καὶ ἔτεκεν αὐτῷ τὸν Ὤρ. 20 Καὶ Ὢρ ἐγέννησε τὸν Οὐρί· καὶ Οὐρὶ ἐγέννησε τὸν Βεσελεήλ. 21 Καὶ μετὰ ταῦτα εἰσῆλθεν Ἐσρὼν πρὸς τὴν θυγατέρα Μαχὶρ πατρὸς Γαλαὰδ, καὶ οὗτος ἔλαβεν αὐτὴν, καὶ αὐτὸς ἑξηκονταπέντε ἐτῶν ἦν· καὶ ἔτεκεν αὐτῷ τὸν Σερούχ. 22 Καὶ Σεροὺχ ἐγέννησε τὸν Ἰαΐρ· καὶ ἦσαν αὐτῷ εἴκοσι καὶ τρεῖς πόλεις ἐν τῇ Γαλαάδ. 23 Καὶ ἔλαβε Γεδσοὺρ καὶ Ἀρὰμ τὰς κώμας Ἰαῒρ ἐξ αὐτῶν, τὴν Κανὰθ καὶ τὰς κώμας αὐτῆς, ἑξήκοντα πόλεις· πᾶσαι αὗται υἱῶν Μαχὶρ πατρὸς Γαλαάδ. 24 Καὶ μετὰ τὸ ἀποθανεῖν Ἐσρὼν, ἦλθε Χαλὲβ εἰς Ἐφραθά· καὶ ἡ γυνὴ Ἐσρὼν Ἀβιά· καὶ ἔτεκεν αὐτῷ τὸν Ἀσχὼ πατέρα Θεκωέ.
25 Καὶ ἦσαν οἱ υἱοὶ Ἱεραμεὴλ πρωτοτόκου Ἐσρὼν, ὁ πρωτότοκος Ῥὰμ, καὶ Βαναὰ καὶ Ἀρὰμ, καὶ Ἀσὸμ ἀδελφὸς αὐτοῦ. 26 Καὶ ἦν γυνὴ ἑτέρα τῷ Ἱεραμεὴλ, καὶ ὄνομα αὐτῇ Ἀτάρα· αὕτη ἐστὶ μήτηρ Ὀζόμ. 27 Καὶ ἦσαν υἱοὶ Ῥὰμ πρωτοτόκου Ἱεραμεὴλ, Μαὰς, καὶ Ἰαμὶν, καὶ Ἀκόρ. 28 Καὶ ἦσαν υἱοὶ Ὀζόμ, Σαμαῒ, καὶ Ἰαδαέ· καὶ υἱοὶ Σαμαῒ, Ναδὰβ καὶ Ἀβισούρ. 29 Καὶ ὄνομα τῆς γυναικὸς Ἀβισοὺρ, Ἀβιχαία· καὶ ἔτεκεν αὐτῷ τὸν Ἀχαβὰρ, καὶ τὸν Μωήλ. 30 Καὶ υἱοὶ Ναδὰβ· Σαλὰδ, καὶ Ἀπφαίν· καὶ ἀπέθανε Σαλὰδ οὐκ ἔχων τέκνα. 31 Καὶ υἱοὶ Ἀπφαὶν, Ἰσεμιήλ· καὶ υἱοὶ Ἰσεμιὴλ, Σωσάν· καὶ υἱοὶ Σωσὰν, Ἀαδαί. 32 Καὶ υἱοὶ Ἀαδαὶ, Ἀχισαμὰς, Ἰεθὲρ, Ἰωνάθαν· καὶ ἀπέθανεν Ἰεθὲρ οὐκ ἔχων τέκνα. 33 Καὶ υἱοὶ Ἰωνάθαν, Φαλὲδ, καὶ Ὁζάμ. Οὗτοι ἦσαν υἱοὶ Ἱεραμεήλ.
34 Καὶ οὐκ ἦσαν τῷ Σωσὰν υἱοί, ἀλλʼ ἢ θυγατέρες· καὶ τῷ Σωσὰν παῖς Αἰγύπτιος, καὶ ὄνομα αὐτῷ Ἰωχήλ. 35 Καὶ ἔδωκε Σωσὰν τὴν θυγατέρα αὐτοῦ τῷ Ἰωχὴλ παιδὶ αὐτοῦ εἰς γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τὸν Ἐθί, 36 καὶ Ἐθὶ ἐγέννησε τὸν Ναθὰν, καὶ Ναθὰν ἐγέννησε τὸν Ζαβὲδ, 37 καὶ Ζαβὲδ ἐγέννησε τὸν Ἀφαμὴλ, καὶ Ἀφαμὴλ ἐγέννησε τὸν Ὠβὴδ, 38 καὶ Ὠβὴδ ἐγέννησε τὸν Ἰηοὺ, καὶ Ἰηοὺ ἐγέννησε τὸν Ἀζαρίαν, 39 καὶ Ἀζαρίας ἐγέννησε τὸν Χελλὴς, καὶ Χελλὴς ἐγέννησε τὸν Ἐλεασὰ, 40 καὶ Ἐλεασὰ ἐγέννησε τὸν Σοσομαῒ, καὶ Σοσομαῒ ἐγέννησε τὸν Σαλοὺμ, 41 καὶ Σαλοὺμ ἐγέννησε τὸν Ἰεχεμίαν, καὶ Ἰεχεμίας ἐγέννησε τὸν Ἐλισαμὰ, καὶ Ἐλισαμὰ ἐγέννησε τὸν Ἰσμαήλ.
42 Καὶ υἱοὶ Χαλὲβ ἀδελφοῦ Ἱεραμεὴλ, Μαρισὰ ὁ πρωτότοκος αὐτοῦ· οὗτος πατὴρ Ζίφ· καὶ υἱοὶ Μαρισὰ πατρὸς Χεβρών. 43 Καὶ υἱοὶ Χεβρὼν, Κορὲ, καὶ Θαπφοὺς, καὶ Ῥεκὸμ καὶ Σαμαά. 44 Καὶ Σαμαὰ ἐγέννησε τὸν Ῥαὲμ πατέρα Ἰεκλὰν, καὶ Ἰεκλὰν ἐγέννησε τὸν Σαμαΐ. 45 Καὶ υἱὸς αὐτοῦ Μαών· καὶ Μαὼν πατὴρ Βαιθσούρ. 46 Καὶ Γαιφὰ ἡ παλλακὴ Χαλὲβ ἐγέννησε τὸν Ἀρὰν, καὶ τὸν Μωσὰ, καὶ τὸν Γεζουέ. 47 Καὶ υἱοὶ Ἀδδαῒ, Ῥαγὲμ, καὶ Ἰωάθαμ, καὶ Σωγὰρ, καὶ Φαλὲκ, καὶ Γαιφὰ, καὶ Σαγαέ. 48 Καὶ ἡ παλλακὴ Χαλὲβ Μωχὰ ἐγέννησε τὸν Σαβὲρ, καὶ τὸν Θαράμ. 49 Καὶ ἐγέννησε Σαγαὲ πατέρα Μαρμηνὰ, καὶ τὸν Σαοὺ πατέρα Μαχαμηνὰ, καὶ πατέρα Γαιβάλ· καὶ θυγάτηρ Χαλὲβ, Ἀσχά.
50 Οὗτοι ἦσαν υἱοὶ Χαλέβ· υἱοὶ Ὢρ πρωτοτόκου Ἐφραθά· Σωβὰλ πατὴρ Καριαθιαρὶμ, 51 Σαλωμὼν πατὴρ Βαιθὰ, Λαμμὼν πατὴρ Βαιθαλαὲμ, καὶ Ἀρὶμ πατὴρ Βαιθγεδώρ. 52 Καὶ ἦσαν υἱοὶ τῷ Σωβὰλ πατρὶ Καριαθιαρὶμ Ἀραὰ, καὶ Αἰσὶ, καὶ Ἀμμανὶθ, 53 καὶ Οὐμασφαὲ, πόλεις Ἰαῒρ, Αἰθαλὶμ, καὶ Μιφιθὶμ, καὶ Ἡσαμαθὶμ, καὶ Ἡμασαραΐμ· ἐκ τούτων ἐξήλθοσαν οἱ Σαραθαῖοι, καὶ υἱοὶ Ἐσθαάμ. 54 Υἱοὶ Σαλωμὼν Βαιθλαὲμ, ὁ Νετωφατὶ, Ἀταρὼθ οἴκου Ἰωὰβ, καὶ ἥμισυ τῆς Μαλαθὶ, Ἠσαρὶ. 55 Πατριαὶ γραμματέων κατοικοῦντες ἐν Ἰάβις Θαργαθιῒμ, καὶ Σαμαθιῒμ, καὶ Σωχαθίμ· οὗτοι οἱ Κιναῖοι οἱ ἐλθόντες ἐξ Αἱμὰθ πατρὸς οἴκου Ῥηχάβ.

1 Chronicles 8:1-40

1 Καὶ Βενιαμὶν ἐγέννησε Βαλὲ πρωτότοκον αὐτοῦ, καὶ Ἀσβὴλ τὸν δεύτερον, Ἀαρὰ τὸν τρίτον, 2 Νωὰ τὸν τέταρτον, καὶ Ῥαφὰ τὸν πέμπτον. 3 Καὶ ἦσαν υἱοὶ τῷ Βαλὲ, Ἀδὶρ, καὶ Γηρὰ, καὶ Ἀβιοὺδ, 4 καὶ Ἀβισσουὲ καὶ Νοαμὰ, καὶ Ἀχιὰ, 5 καὶ Γερὰ, καὶ Σεφουφὰμ, καὶ Οὐράμ. 6 Οὗτοι υἱοὶ Ἀὼδ, οὗτοί εἰσιν ἄρχοντες πατριῶν τοῖς κατοικοῦσι Γαβεέ, καὶ μετῴκισαν αὐτοὺς εἰς Μαχαναθὶ, 7 καὶ Νοομὰ, καὶ Ἀχιὰ, καὶ Γηρά· οὗτος ἰεγλαὰμ, καὶ ἐγέννησε τὸν Ἀζὰ, καὶ τὸν Ἰαχιχώ.
8 Καὶ Σααρὶν ἐγέννησεν ἐν τῷ πεδίῳ Μωὰβ μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ὡσὶν καὶ τὴν Βααδὰ γυναῖκα αὐτοῦ.
9 Καὶ ἐγέννησεν ἐκ τῆς Ἀδὰ γυναικὸς αὐτοῦ τὸν Ἰωλὰβ, καὶ τὸν Σεβιὰ, καὶ τὸν Μισὰ, καὶ τὸν Μελχὰς 10 καὶ τὸν Ἰεβοὺς, καὶ τὸν Σαβιὰ καὶ τὸν Μαρμά· οὗτοι ἄρχοντες πατριῶν. 11 Καὶ ἐκ τῆς Ὡσὶν ἐγέννησε τὸν Ἀβιτὼλ, καὶ τὸν Ἀλφαάλ. 12 Καὶ υἱοὶ Ἀλφαὰλ, Ὠβήδ, Μισαὰλ, Σεμμὴρ· οὗτος ᾠκοδόμησε τὴν Ὠνὰν καὶ τὴν Λὼδ καὶ τὰς κώμας αὐτῆς· 13 καὶ Βεριὰ, καὶ Σαμά· οὗτοι ἄρχοντες πατριῶν τοῖς κατοικοῦσιν Αἰλὰμ, καὶ οὗτοι ἐξεδίωξαν τοὺς κατοικοῦντας Γέθ. 14 Καὶ ἀδελφὸς αὐτοῦ Σωσὴκ, καὶ Ἀριμὼθ, 15 καὶ Ζαβαδία, καὶ Ὠρὴδ, καὶ Ἔδερ, 16 καὶ Μιχαὴλ, καὶ Ἰεσφὰ, καὶ Ἰωδὰ, υἱοὶ Βεριά. 17 Καὶ Ζαβαδία, καὶ Μοσολλὰμ, καὶ Ἀζακὶ, καὶ Ἀβὰρ, 18 καὶ Ἰσαμαρὶ, καὶ Ἰεζλίας, καὶ Ἰωβὰβ, υἱοὶ Ἐλφαάλ. 19 Καὶ Ἰακὶμ, καὶ Ζαχρὶ, καὶ Ζαβδὶ, 20 καὶ Ἐλιωναῒ, καὶ Σαλαθὶ, καὶ Ἐλιηλὶ, 21 καὶ Ἀδαΐα, καὶ Βαραΐα, καὶ Σαμαρὰθ, υἱοὶ Σαμαΐθ. 22 Καὶ Ἰεσφὰν, καὶ Ὠβὴδ, καὶ Ἐλεὴλ, 23 καὶ Ἀβδὼν καὶ Ζεχρὶ, καὶ Ἀνὰν, 24 καὶ Ἀνανία, καὶ Ἀμβρὶ, καὶ Αἰλὰμ, καὶ Ἀναθὼθ, 25 καὶ Ἰαθὶν, καὶ Ἰεφαδίας, καὶ Φανουὴλ, υἱοὶ Σωσήκ, 26 καὶ Σαμσαρὶ, καὶ Σααρίας, καὶ Γοθολία, 27 καὶ Ἰαρασία, καὶ Ἐριὰ, καὶ Ζεχρὶ, υἱοὶ Ἱεροάμ. 28 Οὗτοι ἄρχοντες πατριῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατῴκησαν ἐν Ἱερουσαλήμ.
29 Καὶ ἐν Γαβαὼν κατῴκησε πατὴρ Γαβαών· καὶ ὄνομα γυναικὶ αὐτοῦ Μααχά. 30 Καὶ ὁ υἱὸς αὐτῆς ὁ πρωτότοκος Ἀβδὼν, καὶ Σοὺρ, καὶ Κὶς, καὶ Βαὰλ, καὶ Ναδὰβ, καὶ Νὴρ, 31 καὶ Γεδοὺρ καὶ ἀδελφὸς αὐτοῦ, καὶ Ζακχοὺρ, καὶ Μακελώθ· 32 καὶ Μακελὼθ ἐγέννησε τὸν Σαμαά· καὶ γὰρ οὗτοι κατέναντι τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ἱερουσαλὴμ μετὰ τῶν ἀδελφῶν αὐτῶν. 33 Καὶ Νὴρ ἐγέννησε τὸν Κὶς, καὶ Κὶς ἐγέννησε τὸν Σαοὺλ, καὶ Σαοὺλ ἐγέννησε τὸν Ἰωνάθαν, καὶ τὸν Μελχισουὲ, καὶ τὸν Ἀμιναδὰβ, καὶ τὸν Ἀσαβάλ. 34 Καὶ υἱὸς Ἰωνάθαν Μεριβαάλ· καὶ ὁ Μεριβαὰλ ἐγέννησε τὸν Μιχά. 35 Καὶ υἱοὶ Μιχὰ, Φίθων, καὶ Μελὰχ, καὶ Θαρὰχ, καὶ Ἀχάζ. 36 Καὶ Ἀχὰζ ἐγέννησε τὸν Ἰαδά· καὶ Ἰαδὰ ἐγέννησε τὸν Σαλαιμὰθ, καὶ τὸν Ἀσμὼθ, καὶ τὸν Ζαμβρί, καὶ Ζαμβρὶ ἐγέννησε τὸν Μαισά. 37 Καὶ Μαισὰ ἐγέννησε τὸν Βαανά· Ῥαφαία υἱὸς αὐτοῦ, Ἐλασὰ υἱὸς αὐτοῦ, Ἐσὴλ υἱὸς αὐτοῦ.
38 Καὶ τῷ Ἐσὴλ ἓξ υἱοί· καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐζρικὰμ πρωτότοκος αὐτοῦ, καὶ Ἰσμαὴλ, καὶ Σαραΐα, καὶ Ἀβδία, καὶ Ἀνὰν, καὶ Ἀσά· πάντες οὗτοι υἱοὶ Ἐσήλ. 39 Καὶ υἱοὶ Ἀσὴλ ἀδελφοῦ αὐτοῦ, Αἰλὰμ πρωτότοκος αὐτοῦ, καὶ Ἰὰς ὁ δεύτερος, καὶ Ἐλιφαλὲτ ὁ τρίτος. 40 Καὶ ἦσαν υἱοὶ Αἰλὰμ ἰσχυροὶ ἄνδρες δυνάμει, τείνοντες τόξον, καὶ πληθύνοντες υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν, ἑκατὸν πεντήκοντα· πάντες οὗτοι ἐξ υἱῶν Βενιαμίν.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.