Genesis 46:5-7

Brenton_Greek(i) 5 Ἀνέστη δὲ Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου· καὶ ἀνέλαβον οἱ υἱοὶ Ἰσραὴλ τὸν πατέρα αὐτῶν, καὶ τὴν ἀποσκευὴν, καὶ τὰς γυναῖκας αὐτῶν, ἐπὶ τὰς ἁμάξας, ἃς ἀπέστειλεν Ἰωσὴφ ἆραι αὐτόν. 6 Καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν, καὶ πᾶσαν τὴν κτῆσιν, ἣν ἐκτήσαντο ἐν γῇ Χαναὰν, εἰσῆλθον εἰς Αἴγυπτον, Ἰακὼβ, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετʼ αὐτοῦ. 7 Yἱοὶ, καὶ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετʼ αὐτοῦ· θυγατέρες, καὶ θυγατέρες τῶν θυγατέρων αὐτοῦ· καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον·