Brenton_Greek(i)
18 Προεῖδον δὲ αὐτὸν μακρόθεν πρὸ τοῦ ἐγγίσαι αὐτὸν πρὸς αὐτοὺς· καὶ ἐπονηρεύοντο τοῦ ἀποκτεῖναι αὐτόν. 19 Εἶπε δὲ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ, ἰδοὺ ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται. 20 Νῦν οὖν δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ ῥίψωμεν αὐτὸν εἰς ἕνα τῶν λάκκων· καὶ ἐροῦμεν, θηρίον πονηρὸν κατέφαγεν αὐτόν· καὶ ὀψόμεθα, τί ἔσται τὰ ἐνύπνια αὐτοῦ. 21 Ἀκούσας δὲ Ῥουβὴν, ἐξείλετο αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν· καὶ εἶπεν, οὐ πατάξωμεν αὐτὸν εἰς ψυχήν. 22 Εἶπε δὲ αὐτοῖς Ῥουβὴν, μὴ ἐκχέητε αἷμα· ἐμβάλλετε αὐτὸν εἰς ἕνα τῶν λάκκων τούτων τῶν ἐν τῇ ἐρήμῳ, χεῖρα δὲ μὴ ἐπενέγκητε αὐτῷ· ὅπως ἐξέληται αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀποδῷ αὐτὸν τῷ πατρὶ αὐτοῦ. 23 Ἐγένετο δὲ ἡνίκα ἦλθεν Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, ἐξέδυσαν Ἰωσὴφ τὸν χιτῶνα τὸν ποικίλον τὸν περὶ αὐτόν. 24 Καὶ λαβόντες αὐτὸν, ἔῤῥιψαν εἰς τὸν λάκκον· ὁ δὲ λάκκος κενός, ὕδωρ οὐκ εἶχε.