Brenton_Greek(i)
34 Ἐγένετο δέ ἡνίκα ἤκουσεν Ἡσαῦ τὰ ῥήματα τοῦ πατρὸς αὐτοῦ Ἰσαὰκ, ἀνεβόησε φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα· καὶ εἶπεν, εὐλόγησον δή κἀμὲ, πάτερ. 35 Εἶπε δὲ αὐτῷ, ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου ἔλαβε τὴν εὐλογίαν σου. 36 Καὶ εἶπε, δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακὼβ, ἐπτέρνικε γάρ με ἰδοὺ δεύτερον τοῦτο· τά τε πρωτοτόκιά μου εἴληφε, καὶ νῦν ἔλαβε τὴν εὐλογίαν μου· καὶ εἶπεν Ἡσαῦ τῷ πατρὶ αὐτοῦ, οὐχ ὑπελίπου μοι εὐλογίαν, πάτερ; 37 Ἀποκριθεὶς δὲ Ἰσαὰκ εἶπε τῷ Ἡσαῦ, εἰ κύριον αὐτὸν πεποίηκά σου, καὶ πάντας τοὺς ἀδελφοὺς αὐτοῦ πεποίηκα αὐτοῦ οἰκέτας· σίτῳ καὶ οἴνῳ ἐστήριξα αὐτόν· σοὶ δὲ τί ποιήσω, τέκνον; 38 Εἶπε δὲ Ἡσαῦ πρὸς τὸν πατέρα αὐτοῦ, μὴ εὐλογία μία σοί ἐστι, πάτερ; εὐλόγησον δὴ κἀμὲ, πάτερ· κατανυχθέντος δὲ Ἰσαὰκ, ἀνεβόησε φωνῇ Ἡσαῦ, καὶ ἔκλαυσεν. 39 Ἀποκριθεὶς δὲ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ εἶπεν αὐτῷ, ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν. 40 Καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις· ἔσται δὲ ἡνίκα ἐὰν καθέλῃς, καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου.