Genesis 22:2-4

Brenton_Greek(i) 2 Καὶ εἶπε, λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν, καὶ ἀνένεγκον αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν ἐφʼ ἓν τῶν ὀρέων ὧν ἄν σοι εἴπω. 3 Ἀναστὰς δὲ Ἁβραὰμ τὸ πρωῒ, ἐπέσαξε τὴν ὄνον αὐτοῦ· παρέλαβε δὲ μεθʼ ἑαυτοῦ δύο παῖδας, καὶ Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ· καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν, ἀναστὰς ἐπορεύθη, καὶ ἦλθεν ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεὸς, τῇ ἡμέρᾳ τῇ τρίτῃ. 4 Καὶ ἀναβλέψας Ἁβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδε τὸν τόπον μακρόθεν.