Brenton_Greek(i)
23 Νῦν οὖν ὄμοσόν μοι τὸν Θεὸν μὴ ἀδικήσειν με, μηδὲ τὸ σπέρμα μου, μηδὲ τὸ ὄνομά μου· ἀλλὰ κατὰ τὴν δικαιοσύνην ἣν ἐποίησα μετὰ σοῦ, ποιήσεις μετʼ ἐμοῦ, καὶ τῇ γῇ, ᾗ σὺ παρῴκησας ἐν αὐτῇ. 24 Καὶ εἶπεν Ἁβραὰμ, ἐγὼ ὀμοῦμαι. 25 Καὶ ἤλεγξεν Ἁβραὰμ τὸν Ἀβιμέλεχ περὶ τῶν φρεάτων τοῦ ὕδατος, ὧν ἀφείλοντο οἱ παῖδες τοῦ Ἀβιμέλεχ. 26 Καὶ εἶπεν αὐτῷ Ἀβιμέλεχ, οὐκ ἔγνων τίς ἐποίησέ σοι τὸ ῥῆμα τοῦτο· οὐδὲ σύ μοι ἀπήγγειλας, οὐδὲ ἐγὼ ἤκουσα, ἀλλʼ ἢ σήμερον. 27 Καὶ ἔλαβεν Ἁβραὰμ πρόβατα καὶ μόσχους, καὶ ἔδωκε τῷ Ἀβιμέλεχ· καὶ διέθεντο ἀμφότεροι διαθήκην. 28 Καὶ ἔστησεν Ἁβραὰμ, ἑπτὰ ἀμνάδας προβάτων μόνας. 29 Καὶ εἶπεν Ἀβιμέλεχ τῷ Ἁβραὰμ, τί εἰσιν αἱ ἑπτὰ ἀμνάδες τῶν προβάτων τούτων, ἃς ἔστησας μόνας; 30 Καὶ εἶπεν Ἁβραὰμ, ὅτι τὰς ἑπτὰ ἀμνάδας λήψῃ παρʼ ἐμοῦ, ἵνα ὦσί μοι εἰς μαρτύριον, ὅτι ἐγὼ ὤρυξα τό φρέαρ τοῦτο. 31 Διὰ τοῦτο ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Φρέαρ ὁρκισμοῦ· ὅτι ἐκεῖ ὤμοσαν ἀμφότεροι.