Ezekiel 5:12-17

Brenton_Greek(i) 12 Τὸ τέταρτόν σου ἐν θανάτῳ ἀναλωθήσεται, καὶ τὸ τέταρτόν σου ἐν λιμῷ συντελεσθήσεται ἐν μέσῳ σου, καὶ τὸ τέταρτόν σου εἰς πάντα ἄνεμον σκορπιῶ αὐτοὺς, καὶ τὸ τέταρτόν σου ἐν ῥομφαίᾳ πεσοῦνται κύκλῳ σου, καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν.
13 Καὶ συντελεσθήσεται ὁ θυμός μου, καὶ ἡ ὀργή μου ἐπʼ αὐτοὺς, καὶ ἐπιγνώσῃ, διότι ἐγὼ Κύριος λελάληκα ἐν ζήλῳ μου, ἐν τῷ συντελέσαι με τὴν ὀργήν μου ἐπʼ αὐτούς.
14 Καὶ θήσομαί σε εἰς ἔρημον, καὶ τὰς θυγατέρας σου κύκλῳ σου ἐνώπιον παντὸς διοδεύοντος. 15 Καὶ ἔσῃ στενακτὴ καὶ δηλαϊστὴ ἐν τοῖς ἔθνεσι τοῖς κύκλῳ σου, ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα ἐν ἐκδικήσει θυμοῦ μου· ἐγὼ Κύριος λελάληκα. 16 Καὶ ἐν τῷ ἀποστεῖλάι με βολίδας τοῦ λιμοῦ ἐπʼ αὐτοὺς, καὶ ἔσονται εἰς ἔκλειψιν, καὶ συντρίψω στήριγμα ἄρτου σου. 17 Καὶ ἐξαποστελῶ ἐπὶ σὲ λιμὸν καὶ θηρία πονηρὰ, καὶ τιμωρήσομαί σε, καὶ θάνατος καὶ αἷμα διελεύσονται ἐπὶ σὲ, καὶ ῥομφαίαν ἐπάξω ἐπὶ σὲ κυκλόθεν· ἐγὼ Κύριος λελάληκα.