Ezekiel 37:5-14

Brenton_Greek(i) 5 Τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις, ἰδοὺ ἐγὼ φέρω ἐφʼ ὑμᾶς πνεῦμα ζωῆς, 6 καὶ δώσω ἐφʼ ὑμᾶς νεῦρα, καὶ ἀνάξω ἐφʼ ὑμᾶς σάρκα, καὶ ἐκτενῶ ἐφʼ ὑμᾶς δέρμα, καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος.
7 Καὶ ἐπροφήτευσα, καθὼς ἐνετείλατό μοι· καὶ ἐγένετο ἐν τῷ ἐμὲ προφητεῦσαι, καὶ ἰδοὺ σεισμὸς, καὶ προσήγαγε τὰ ὀστᾶ ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ. 8 Καὶ ἴδον καὶ ἰδοὺ, ἐπʼ αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν ἐπʼ αὐτὰ δέρματα ἐπάνω, καὶ πνεῦμα οὐκ ἦν ἐπʼ αὐτοῖς. 9 Καὶ εἶπε πρὸς μὲ, προφήτευσον ἐπὶ τὸ πνεῦμα, προφήτευσον υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ πνεύματι, τάδε λέγει Κύριος, ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθὲ, καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν. 10 Καὶ ἐπροφήτευσα καθότι ἐνετείλατό μοι, καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν, καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σφόδρα.
11 Καὶ ἐλάλησε Κύριος πρὸς μὲ, λέγων, υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστι, καὶ αὐτοὶ λέγουσι, ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν. 12 Διατοῦτο προφήτευσον, καὶ εἰπὸν,
Τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν, καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραήλ. 13 Καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν, τοῦ ἀναγαγεῖν με ἐκ τῶν τάφων τὸν λαόν μου. 14 Καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος· λελάληκα καὶ ποιήσω, λέγει Κύριος.