Ezekiel 35:11-15

Brenton_Greek(i) 11 διατοῦτο ζῶ ἐγὼ, λέγει Κύριος, καὶ ποιήσω σοι κατὰ τὴν ἔχθραν σου, καὶ γνωσθήσομαί σοι ἡνίκα ἂν κρινῶ σε, 12 καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος· ἤκουσα τῆς φωνῆς τῶν βλασφημιῶν σου, ὅτι εἶπας, τὰ ὄρη Ἰσραὴλ ἔρημα ἡμῖν δέδοται εἰς κατάβρωμα, 13 καὶ ἐμεγαλοῤῥημόνησας ἐπʼ ἐμὲ τῷ στόματί σου, ἐγὼ ἤκουσα.
14 Τάδε λέγει Κύριος, ἐν τῇ εὐφροσύνῃ πάσης τῆς γῆς ἔρημον ποιήσω σε. 15 Ἔρημον ἔσῃ ὄρος Σηεὶρ, καὶ πᾶσα ἡ Ἰδουμαία, καὶ ἐξαναλωθήσεται, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν.