Ezekiel 34:2-10

Brenton_Greek(i) 2 υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς ποιμένας τοῦ Ἰσραὴλ, προφήτευσον, καὶ εἰπὸν τοῖς ποιμέσι,
Τάδε λέγει Κύριος Κύριος, ὦ ποιμένες Ἰσραήλ, μὴ βόσκουσι ποιμένες ἑαυτούς; οὐ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; 3 Ἰδοὺ τὸ γάλα κατέσθετε, καὶ τὰ ἔρια περιβάλλεσθε, καὶ τὸ παχὺ σφάζετε, καὶ τὰ πρόβατά μου οὐ βόσκετε. 4 Τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε, καὶ τὸ κακῶς ἔχον οὐκ ἐσωματοποιήσατε, καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε, καὶ τὸ πλανώμενον οὐκ ἐπεστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε, καὶ τὸ ἰσχυρὸν κατηργάσασθε μόχθῳ. 5 Καὶ διεσπάρη τά πρόβατά μου, διὰ τὸ μὴ εἶναι ποιμένας, καὶ ἐγενήθη εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ. 6 Καὶ διεσπάρη τά πρόβατά μου ἐν παντὶ ὄρει, καὶ ἐπὶ πᾶν βουνὸν ὑψηλὸν, καὶ ἐπὶ προσώπου τῆς γῆς διεσπάρη, καὶ οὐκ ἦν ὁ ἐκζητῶν οὐδὲ ὁ ἀποστρέφων.
7 Διατοῦτο ποιμένες ἀκούσατε λόγον Κυρίου. 8 Ζῶ ἐγὼ, λέγει Κύριος Κύριος, εἰ μὴν ἀντὶ τοῦ γενέσθαι τὰ πρόβατά μου εἰς προνομὴν, καὶ γενέσθαι τὰ πρόβατά μου εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ πεδίου, παρὰ τὸ μὴ εἶναι ποιμένας, καὶ οὐκ ἐξεζήτησαν οἱ ποιμένες τὰ πρόβατά μου, καὶ ἐβόσκησαν οἱ ποιμένες ἑαυτούς, τὰ δὲ πρόβατά μου οὐκ ἐβόσκησαν· 9 Ἀντὶ τούτου, ποιμένες, 10 τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας, καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀποστρέψω αὐτοὺς τοῦ μὴ ποιμαίνειν τὰ πρόβατά μου, καὶ οὐ βοσκήσουσιν ἔτι οἱ ποιμένες αὐτά· καὶ ἐξελοῦμαι τὰ πρόβατά μου ἐκ τοῦ στόματος αὐτῶν, καὶ οὐκ ἔσονται αὐτοῖς ἔτι εἰς κατάβρωμα.