Brenton_Greek(i) 5 καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, Ἀφʼ ἧς ἡμέρας ᾑρέτισα τὸν οἶκον Ἰσραὴλ, καὶ ἐγνωρίσθην τῷ σπέρματι οἴκου Ἰακὼβ, καὶ ἐγνώσθην αὐτοῖς ἐν γῇ Αἰγύπτου, καὶ ἀντελαβόμην τῇ χειρί μου αὐτῶν, λέγων, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν·