Brenton_Greek(i)
4 Καὶ ἐξοίσεις τὰ σκεύη σου σκεύη αἰχμαλωσίας ἡμέρας κατʼ ὀφθαλμοὺς αὐτῶν, καὶ σὺ ἐξελεύσῃ ἑσπέρας, ὡς ἐκπορεύεται αἰχμάλωτος ἐνώπιον αὐτῶν. 5 Διόρυξον σεαυτῷ εἰς τὸν τοῖχον, καὶ διεξελεύσῃ διʼ αὐτοῦ ἐνώπιον αὐτῶν· 6 ἐπʼ ὤμων ἀναληφθήσῃ, καὶ κεκρυμμένος ἐξελεύσῃ, τὸ πρόσωπόν σου συγκαλύψεις, καὶ οὐ μὴ ἴδῃς τὴν γῆν, διότι τέρας δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ.
7 Καὶ ἐποίησα οὕτως κατὰ πάντα ὅσα ἐνετείλατό μοι· καὶ σκεύη ἐξήνεγκα ὡς σκεύη αἰχμαλωσίας ἡμέρας, καὶ ἑσπέρας διώρυξα ἐμαυτῷ τὸν τοῖχον, καὶ κεκρυμμένος ἐξῆλθον, ἐπʼ ὤμων ἀνελήφθην ἐνώπιον αὐτῶν. 8 Καὶ ἐγένετο λόγος Κυρίου τοπρωῒ πρὸς μὲ λέγων, 9 υἱὲ ἀνθρώπου, οὐκ εἶπαν πρὸς σὲ ὁ οἶκος τοῦ Ἰσραὴλ, οἶκος ὁ παραπικραίνων, τί σὺ ποιεῖς; 10 Εἰπὸν πρὸς αὐτοὺς,
Τάδε λέγει Κύριος Κύριος, ὁ ἄρχων καὶ ὁ ἀφηγούμενος ἐν Ἱερουσαλὴμ, καὶ παντὶ οἴκω Ἰσραὴλ, οἵ εἰσιν ἐν μέσῳ αὐτῶν, 11 εἰπὸν, ὅτι ἐγὼ τέρατα ποιῶ· ὃν τρόπον πεποίηκα, οὕτως ἔσται αὐτῷ· ἐν μετοικεσίᾳ καὶ ἐν αἰχμαλωσίᾳ πορεύσονται. 12 Καὶ ὁ ἄρχων ἐν μέσῳ αὐτῶν ἐπʼ ὤμων ἀρθήσεται, καὶ κεκρυμμένος ἐξελεύσεται διὰ τοῦ τοίχου, καὶ διορύξει τοῦ ἐξελθεῖν αὐτὸν διʼ αὐτοῦ, τὸ πρόσωπον αὐτοῦ συγκαλύψει, ὅπως μὴ ὁραθῇ ὀφθαλμῷ, καὶ αὐτὸς τὴν γῆν οὐκ ὄψεται.