Brenton_Greek(i)
10 36:17(39:10) Καὶ συνυφάνθη ἐν αὐτῷ ὕφασμα κατάλιθον τετράστιχον· στίχος λίθων, σάρδιον καὶ τοπάζιον καὶ σμάραγδος, ὁ στίχος ὁ εἷς·
11 36:18(39:11) καὶ ὁ στίχος ὁ δεύτερος, ἄνθραξ καὶ σάπφειρος καὶ ἴασπις·
12 36:19(39:12) καὶ ὁ στίχος ὁ τρίτος, λιγύριον καὶ ἀχάτης καὶ ἀμέθυστος·
13 36:20(39:13) καὶ ὁ στίχος ὁ τέταρτος, χρυσόλιθος καὶ βηρύλλιον καὶ ὀνύχιον περικεκυκλωμένα χρυσίῳ, καὶ συνδεδεμένα χρυσίῳ.
14 36:21(39:14) Καὶ οἱ λίθοι ἦσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δώδεκα, ἐκ τῶν ὀνομάτων αὐτῶν ἐγγεγλυμμένα εἰς σφραγῖδας, ἕκαστος ἐκ τοῦ ἑαυτοῦ ὀνόματος εἰς τὰς δώδεκα φυλάς.
15 36:22(39:15) Καὶ ἐποίησαν ἐπὶ τὸ λογεῖον κρωσσοὺς συμπεπλεγμένους, ἔργον ἐμπλοκίου, ἐκ χρυσίου καθαροῦ.
16 36:23(39:16a) Καὶ ἐποίησαν δύο ἀσπιδίσκας χρυσᾶς, καὶ δύο δακτυλίους χρυσοῦς· 36:24(39:16b) καὶ ἐπέθηκαν τοὺς δύο δακτυλίους τοὺς χρυσοῦς ἐπʼ ἀμφοτέρας τὰς ἀρχάς τοῦ λογείου.
17 36:25(39:17) Καὶ ἐπέθηκαν τὰ ἐμπλόκια ἐκ χρυσίου ἐπὶ τοὺς δακτυλίους ἐπʼ ἀμφοτέρων τῶν μερῶν τοῦ λογείου· καὶ εἰς τὰς δύο συμβολάς τὰ δύο ἐμπλόκια.
18 36:26(39:18) Καὶ ἐπέθηκαν ἐπὶ τὰς δύο ἀσπιδίσκας· καὶ ἐπέθηκαν ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος ἐξεναντίας κατὰ πρόσωπον.
19 36:27(39:19) Καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς, καὶ ἐπέθηκαν ἐπὶ τὰ δύο πτερύγια ἐπʼ ἄκρου τοῦ λογείου, καὶ ἐπὶ τὸ ἄκρον τοῦ ὀπισθίου τῆς ἐπωμίδος ἔσωθεν·
20 36:28(39:20) Καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς, καὶ ἐπέθηκαν ἐπʼ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κάτωθεν αὐτοῦ, κατὰ πρόσωπον κατὰ τὴν συμβολὴν ἄνωθεν τῆς συνυφῆς τῆς ἐπωμίδος·
21 36:29(39:21) καὶ συνέσφιγξε τὸ λογεῖον ἀπὸ τῶν δακτυλίων τῶν ἐπʼ αὐτοῦ εἰς τοὺς δακτυλίους τῆς ἐπωμίδος, συνεχομένους ἐκ τῆς ὑακίνθου, συμπεπλεγμένους εἰς τὸ ὕφασμα τῆς ἐπωμίδος, ἵνα μὴ χαλᾶται τὸ λογεῖον ἀπὸ τῆς ἐπωμίδος, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.