Brenton_Greek(i)
1 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, λάξευσον σεαυτῷ δύο πλάκας λιθίνας, καθὼς καὶ αἱ πρῶται, καὶ ἀνάβηθι πρός με εἰς τὸ ὄρος· καὶ γράψω ἐπὶ τῶν πλακῶν τὰ ῥήματα, ἃ ἦν ἐν ταῖς πλαξὶ ταῖς πρώταις, αἷς συνέτριψας. 2 Καὶ γίνου ἕτοιμος εἰς τὸ πρωῒ, καὶ ἀναβήσῃ ἐπὶ τὸ ὄρος τὸ Σινὰ, καὶ στήσει μοι ἐκεῖ ἐπʼ ἄκρου τοῦ ὄρους. 3 Καὶ μηδεὶς ἀναβήτω μετὰ σοῦ, μηδὲ ὀφθήτω ἐν παντὶ τῷ ὄρει· καὶ τὰ πρόβατα καὶ βόες μὴ νεμέσθωσαν πλησίον τοῦ ὄρους ἐκείνου. 4 Καὶ ἐλάξευσε δύο πλάκας λιθίνας, καθάπερ καὶ αἱ πρῶται· καὶ ὀρθρίσας Μωυσῆς, ἀνέβη εἰς τὸ ὄρος τὸ Σινὰ, καθότι συνέταξεν αὐτῷ Κύριος· καὶ ἔλαβε Μωυσῆς τὰς δύο πλάκας τὰς λιθίνας.