Exodus 34:10

Brenton_Greek(i) 10 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, ἰδοὺ, ἐγὼ τίθημί σοι διαθήκην ἐνώπιον παντὸς τοῦ λαοῦ σου, ποιήσω ἔνδοξα, ἃ οὐ γέγονεν ἐν πάσῃ τῇ γῇ, καὶ ἐν παντὶ ἔθνει· καὶ ὄψεται πᾶς ὁ λαός, ἐν οἷς εἶ σύ, τὰ ἔργα Κυρίου, ὅτι θαυμαστά ἐστιν, ἃ ἐγὼ ποιήσω σοι.