Brenton_Greek(i)
12 Καὶ εἶπε Μωυσῆς πρὸς Κύριον, ἰδοὺ σύ μοι λέγεις, ἀνάγαγε τὸν λαὸν τοῦτον, σὺ δὲ οὐκ ἐδήλωσάς μοι, ὃν συναποστελεῖς μετʼ ἐμοῦ· σὺ δέ μοι εἶπας, οἶδά σε παρὰ πάντας, καὶ χάριν ἔχεις παρʼ ἐμοί. 13 Εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτὸν· γνωστῶς ἵνα ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐναντίον σου, καὶ ἵνα γνῶ, ὅτι λαός σου τὸ ἔθνος τὸ μέγα τοῦτο. 14 Καὶ λέγει, αὐτὸς προπορεύσομαί σου, καὶ καταπαύσω σε.