12 Καὶ εἶπε Μωυσῆς πρὸς Κύριον, ἰδοὺ σύ μοι λέγεις, ἀνάγαγε τὸν λαὸν τοῦτον, σὺ δὲ οὐκ ἐδήλωσάς μοι, ὃν συναποστελεῖς μετʼ ἐμοῦ· σὺ δέ μοι εἶπας, οἶδά σε παρὰ πάντας, καὶ χάριν ἔχεις παρʼ ἐμοί.
Exodus 33:12 Cross References - Brenton_Greek
Genesis 18:19
19 Ἤδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ, καὶ τῷ οἴκῳ αὐτοῦ μετʼ αὐτὸν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου, ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἁβραὰμ πάντα, ὅσα ἐλάλησε πρὸς αὐτόν.
Exodus 3:10
10 Καὶ νῦν δεῦρο, ἀποστείλω σε πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ἐξάξεις τὸν λαόν μου τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου.
Exodus 32:34
34 Νυνὶ δὲ βάδιζε, κατάβηθι, καὶ ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον, ὃν εἶπά σοι· ἰδοὺ ὁ ἄγγελός μου προπορεύσεται πρὸ προσώπου σου· ᾗ δʼ ἂν ἡμέρᾳ ἐπισκέπτωμαι, ἐπάξω ἐπʼ αὐτοὺς τὴν ἁμαρτίαν αὐτῶν.
Exodus 33:1
1 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, προπορεύου, ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου, εἰς τὴν γῆν, ἣν ὤμοσα τῷ Ἁβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, λέγων, τῷ σπέρματι ὑμῶν δώσω αὐτήν.
Exodus 33:17
17 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, καὶ τοῦτόν σοι τὸν λόγον, ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιον ἐμοῦ, καὶ οἶδά σε παρὰ πάντας.
Psalms 1:6
6 Ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.
Isaiah 43:1
1 Καὶ νῦν οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας σε Ἰακὼβ, ὁ πλάσας σε Ἰσραὴλ, μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε, ἐκάλεσά σε τὸ ὄνομά σου· ἐμὸς εἶ σύ.
Jeremiah 1:5
5 Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε.