Brenton_Greek(i)
7 Καὶ θυμιάσει ἀπʼ αὐτοῦ Ἀαρὼν θυμίαμα σύνθετον λεπτόν τὸ πρωῒ πρωΐ, ὅταν ἐπισκευάζῃ τοὺς λύχνους, θυμιάσει ἐπʼ αὐτοῦ. 8 Καὶ ὅταν ἐξάπτῃ Ἀαρὼν τοὺς λύχνους ὀψέ, θυμιάσει ἐπʼ αὐτοῦ· θυμίαμα ἐνδελεχισμοῦ διαπαντὸς ἔναντι Κυρίου εἰς γενεὰς αὐτῶν. 9 Καὶ οὐκ ἀνοίσεις ἐπʼ αὐτοῦ θυμίαμα ἕτερον· κάρπωμα, θυσίαν, καὶ σπονδὴν οὐ σπείσεις ἐπʼ αὐτοῦ.