Exodus 16:8-10

Brenton_Greek(i) 8 Καὶ εἶπε Μωυσῆς, ἐν τῷ διδόναι Κύριον ὑμῖν ἑσπέρας κρέα φαγεῖν, καὶ ἄρτους τὸ πρωῒ εἰς πλησμονὴν, διὰ τὸ εἰσακοῦσαι Κύριον τὸν γογγυσμὸν ὑμῶν, ὃν ὑμεῖς διαγογγύζετε καθʼ ἡμῶν· ἡμεῖς δὲ τί ἐσμεν; οὐ γὰρ καθʼ ἡμῶν ἐστιν ὁ γογγυσμὸς ὑμῶν, ἀλλʼ ἢ κατὰ τοῦ Θεοῦ.
9 Εἶπε δὲ Μωυσῆς πρὸς Ἀαρὼν, εἰπὸν πάσῃ συναγωγῇ υἱῶν Ἰσραὴλ, προσέλθετε ἐναντίον τοῦ Θεοῦ· εἰσακήκοε γὰρ τὸν γογγυσμὸν ὑμῶν. 10 Ἡνίκα δὲ ἐλάλει Ἀαρὼν πάσῃ συναγωγῇ υἱῶν Ἰσραὴλ, καὶ ἐπεστράφησαν εἰς τὴν ἔρημον, καὶ ἡ δόξα Κυρίου ὤφθη ἐν νεφέλῃ.